§4.58.1ἐν ᾧ δὲ ταῦτʼ ἐπράττετο, θορύβου κατὰ τὴν πόλιν ὄντος ὡς ἐπὶ τοσούτῳ κακῷ μαθὼν τὰ γινόμενα διὰ γραμμάτων ὁ Ταρκύνιος παρῆν ἄγων τὴν δύναμιν καὶ περὶ μέσον νυκτὸς ἀγχοῦ τῆς πόλεως γενόμενος ἀνοιχθεισῶν τῶν πυλῶν ὑπὸ τῶν ἐπὶ τοῦτο παρεσκευασμένων εἰσελθὼν δίχα πόνου κύριος ἐγεγόνει τῆς πόλεως.
在进行这些事情期间,城中因如此巨大的灾难而一片混乱,塔克文通过信件得知了所发生的事情,便率领军队赶来,于半夜时分接近该城。 在那些为此做好准备的人打开城门后,他毫不费力地进入并掌控了该城。
§4.58.2ὡς δʼ ἐγνώσθη τὸ πάθος ἁπάντων κατοδυρομένων ἑαυτοὺς οἵα πείσονται, σφαγάς τε καὶ ἀνδραποδισμοὺς καὶ πάντα ὅσα καταλαμβάνει δεινὰ τοὺς ὑπὸ τυράννων ἁλόντας προσδοκώντων, εἰ δὲ τὰ κράτιστα πράξειαν, δουλείας τε καὶ χρημάτων ἀφαιρέσεις καὶ τὰ ὅμοια τούτοις κατεψηφικότων, οὐδὲν ὁ Ταρκύνιος ὧν προσεδόκων τε καὶ ἐδεδοίκεσαν καίτοι πικρὸς ὀργὴν καὶ περὶ τὰς τιμωρίας τῶν ἐχθρῶν ἀπαραίτητος ὢν ἔδρασεν.
然而,当这场惨剧被众人知晓时,所有人都为自己将要遭受的命运而悲叹,预料到会有屠杀、奴役以及一切降临在被僭主俘虏之人身上的可怕灾难,即使在最好的情况下,他们也认定自己会被奴役、没收财产以及遭受类似的惩罚。 然而,塔克文并没有做出任何他们所预料和恐惧的事情,尽管他脾气暴躁,在惩罚敌人时毫不留情。
§4.58.3οὔτε γὰρ ἀπέκτεινεν οὐδένα Γαβίων οὔτʼ ἐξήλασε τῆς πόλεως οὔτʼ εἰς ἀτιμίαν ἢ χρημάτων ἀφαίρεσιν ἐζημίωσε, συγκαλέσας δʼ εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ βασιλικὸν ἐκ τυραννικοῦ τρόπου μεταλαβὼν τήν τε πόλιν αὐτοῖς ἔφη τὴν ἰδίαν ἀποδιδόναι καὶ τὰς οὐσίας, ἃς ἔχουσι, συγχωρεῖν καὶ σὺν τούτοις τὴν Ῥωμαίων ἰσοπολιτείαν ἅπασι χαρίζεσθαι, οὐ διʼ εὔνοιαν τὴν πρὸς τοὺς Γαβίους, ἀλλʼ ἵνα τὴν Ῥωμαίων ἡγεμονίαν ἐγκρατέστερον κατέχῃ ταῦτα πράττων· κρατίστην ἡγούμενος ἔσεσθαι φυλακὴν ἑαυτοῦ τε καὶ τῶν παίδων τὴν ἐκ τῶν παρʼ ἐλπίδας σεσωσμένων καὶ τὰ ἴδια πάντα κεκομισμένων πίστιν.
因为他既没有杀死任何一个加比人,也没有将他们驱逐出城,更没有以剥夺公民权或没收财产来惩罚他们;而是将民众召集到公民大会上,将自己的态度从僭主式的转变为君王式的,并对他们说,他将把他们自己的城市归还给他们,允许他们保留所拥有的财产,此外,还向所有人赐予与罗马人平等的公民权。 他这样做并非出于对加比人的好意,而是为了通过这种行为更牢固地巩固罗马的统治;因为他认为,对于那些出乎意料地获得拯救、并收回了自己全部财产的人来说,他们的忠诚将是对他自己及其子嗣最强大的保护。
§4.58.4καὶ ἵνα μηδὲν αὐτοῖς ἔτι δεῖμα περὶ τοῦ μέλλοντος ὑπάρχῃ χρόνου μηδʼ ἐνδοιάζωσιν, εἰ βέβαια ταῦτα σφίσι διαμενεῖ, γράψας ἐφʼ οἷς ἔσονται δικαίοις φίλοι, τὰ περὶ τούτων ὅρκια συνετέλεσεν ἐπὶ τῆς ἐκκλησίας παραχρῆμα καὶ διωμόσατο κατὰ τῶν σφαγίων.
为了让他们对未来不再有任何恐惧,也不必怀疑这些条款是否会继续保持稳固,他写下了他们成为朋友所依据的权利条件,随即在公民大会上缔结了关于这些条款的誓约,并在牺牲兽前庄严宣誓。
τούτων ἐστὶ τῶν ὁρκίων μνημεῖον ἐν Ῥώμῃ κείμενον ἐν ἱερῷ Διὸς Πιστίου, ὃν Ῥωμαῖοι Σάγκον καλοῦσιν, ἀσπὶς ξυλίνη βύρσῃ βοείᾳ περίτονος τοῦ σφαγιασθέντος ἐπὶ τῶν ὁρκίων τότε βοός, γράμμασιν ἀρχαϊκοῖς ἐπιγεγραμμένη τὰς γενομένας αὐτοῖς ὁμολογίας.
在罗马,这些誓约的纪念物保存在被罗马人称为桑克斯的信义之神(狄乌斯·菲狄乌斯)的神殿中:那是一面覆盖着当时在誓约中用作牺牲的牛皮的木盾,上面用古风文字刻着他们之间达成的协议。
ταῦτα πράξας καὶ βασιλέα τῶν Γαβίων τὸν υἱὸν Σέξτον ἀποδείξας ἀπῆγε τὴν δύναμιν.
在完成了这些事情并任命其子塞克斯图斯为加比人的国王后,他便率军撤离。
ὁ μὲν δὴ πρὸς Γαβίους πόλεμος τοιούτου τέλους ἔτυχεν.
加比战争至此便宣告结束。