§4.55.1ἀδημονοῦντος δʼ ἐπὶ τοῖς συμβεβηκόσι τοῦ Ταρκυνίου καὶ οὔτε διαλύσασθαι τὸν πόλεμον αἰσχρῶς ὑπομένοντος οὔτʼ ἀντέχειν ἔτι δυναμένου, πάσας δὲ πείρας ἐπιτεχνωμένου καὶ δόλους παντοδαποὺς συντιθέντος, ὁ πρεσβύτατος αὐτοῦ τῶν υἱῶν Σέξτος ὄνομα κοινωσάμενος τὴν γνώμην τῷ πατρὶ μόνῳ καὶ δόξας τολμηρῷ μὲν ἐπιχειρεῖν πράγματι καὶ μέγαν ἔχοντι κίνδυνον, οὐ μὴν ἀδυνάτῳ γε, συγχωρήσαντος τοῦ πατρὸς ποιεῖν ὅσα βούλεται, σκήπτεται διαφορὰν πρὸς τὸν πατέρα περὶ τῆς καταλύσεως τοῦ πολέμου·
当塔克文对当前的处境感到焦虑,既不甘心屈辱地结束战争,又无法再坚持下去,因而千方百计地设谋划策、编造各种诡计之时,他的长子塞克斯图斯只与父亲一人商议了自己的计划。 由于该计划看起来是一次大胆且带有巨大危险的尝试,但绝非不可能,在父亲允许他为所欲为之后,他便借口在结束战争的问题上与父亲产生了不和。
§4.55.2μαστιγωθεὶς δʼ ὑπʼ αὐτοῦ ῥάβδοις ἐν ἀγορᾷ καὶ τἆλλα περιυβρισθείς, ὥστε περιβόητον γενέσθαι τὸ πρᾶγμα, πρῶτον μὲν ἐκ τῶν ἑταίρων τοὺς πιστοτάτους ἔπεμπεν ὡς αὐτομόλους φράσοντας τοῖς Γαβίοις διʼ ἀπορρήτων, ὅτι πολεμεῖν τῷ πατρὶ διέγνωκεν ὡς αὐτοὺς ἀφικόμενος, εἰ λάβοι πίστεις, ὅτι φυλάξουσιν αὐτὸν ὥσπερ καὶ τοὺς ἄλλους τοὺς ἐκ Ῥώμης φυγάδας καὶ οὐκ ἐκδώσουσι τῷ πατρὶ τὰς ἰδίας ἔχθρας ἐλπίσαντες ἐπὶ τῷ
他在广场上被父亲用鞭子抽打,并受到其他极大的侮辱,以至于这件事闹得满城风雨。 随后,他首先派遣同伴中最可信赖的人假扮成逃兵,秘密向加比人通报:如果加比人能保证像对待其他来自罗马的流亡者那样保护他,且不把他移交给他的父亲,那么他一旦来到他们身边,就决定与父亲作战。
§4.55.3σφετέρῳ συμφέροντι διαλύσεσθαι.
他们希望加比人能放下私怨,为了自身的利益而解决战争。
ἀσμένως δὲ τῶν Γαβίων τὸν λόγον ἀκουσάντων καὶ μηδὲν εἰς αὐτὸν παρανομήσειν διομολογησαμένων παρῆν ἑταίρους τε πολλοὺς καὶ πελάτας ἐπαγόμενος ὡς αὐτόμολος καὶ ἵνα δὴ μᾶλλον αὐτῷ πιστεύσειαν ἀληθεύειν τὴν ἀπὸ τοῦ πατρὸς ἀπόστασιν, ἀργύριόν τε καὶ χρυσίον πολὺ κομίζων·
当加比人欣然听取了这一提议,并共同约定绝不对他做出任何不公之事时,他便以逃兵的身份出现,随身带着许多同伴和庇护民,而且为了让他们更加相信他背叛父亲是真实的,他还携带了大量的金银。
ἐπισυνέρρεόν τʼ αὐτῷ πολλοὶ μετὰ ταῦτα τῶν ἐκ τῆς πόλεως φεύγειν τὴν τυραννίδα σκηπτόμενοι, §4.55.4καὶ χεὶρ ἤδη περὶ αὐτὸν ἦν καρτερά.
此后,城里许多人借口逃避僭主统治,也陆续汇集到他身边,他的周围很快就形成了一支强有力的队伍。
δόξαντες δʼ οἱ Γάβιοι μέγα προσγεγονέναι σφίσι πλεονέκτημα πολλῶν ὡς αὐτοὺς ἀφικομένων καὶ οὐ διὰ μακροῦ τὴν Ῥώμην ὑποχείριον ἕξειν ἐλπίσαντες καὶ ἔτι μᾶλλον ἐξαπατηθέντες ὑφʼ ὧν ἔπραττεν ὁ τοῦ πατρὸς ἀποστάτης συνεχῶς ἐπὶ τὴν χώραν ἐξιὼν καὶ πολλὰς περιβαλλόμενος ὠφελείας·
加比人认为,由于有这么多人投奔他们,他们已经获得了巨大的优势,并期望不久就能将罗马控制在手中;而这位背叛父亲者的所作所为——不断出击敌方领土并获取大量战利品,更是让他们深信不疑。
παρεσκεύασε γὰρ ὁ πατὴρ αὐτῷ προειδὼς εἰς οὓς παρέσται τόπους, τήν τε λείαν ἄφθονον καὶ τὰ χωρία ἀφύλακτα, καὶ τοὺς ἀπολουμένους ὑπʼ αὐτοῦ συνεχῶς ἔπεμπεν, ἐπιλεγόμενος ἐκ τῶν πολιτῶν, οὓς ἐν ὑποψίαις εἶχεν·
因为父亲预先知道他将出现在哪些地方,为他准备了丰盛的战利品和无人防守的地点,并且不断送出那些注定要死在他手下的人,这些人是父亲从自己怀疑的市民中挑选出来的。
ἐξ ἁπάντων τε τούτων δόξαντες φίλον πιστὸν εἶναί σφισι τὸν ἄνδρα καὶ στρατηλάτην ἀγαθόν, πολλοὶ δὲ καὶ χρήμασιν ὑπʼ αὐτοῦ δεκασθέντες, ἐπὶ τὴν αὐτοκράτορα παράγουσιν ἀρχήν.
由于这一切,加比人认为此人是他们忠实的朋友和优秀的将领,再加上许多人也受到了他的金钱贿赂,于是他们将他推举到了拥有全权的国家最高统帅地位。