§4.54.1συνεχῶς δὲ τούτων γινομένων ἠναγκάζοντο ἀμφότεροι τῆς χώρας ὅσα ἦν ἐρυμνὰ τειχίζοντες φρουρὰν ἐν αὐτοῖς καθιστάναι καταφυγῆς τῶν γεωργῶν ἕνεκα·
由于这些事情不断发生,双方都不得不将领土内所有险要的地方筑起城墙,并在其中驻扎守军,以便给农民提供避难所。
ὅθεν ὁρμώμενοι τά τε λῃστήρια, καὶ εἴ τι ἀποσπασθὲν ἴδοιεν μέρος ὀλίγον ἀπὸ πολλοῦ στρατοῦ καὶ οἷα εἰκὸς ἐν προνομαῖς ἀσύντακτον διὰ καταφρόνησιν, κατιόντες ἀθρόοι διέφθειρον· καὶ τῶν πόλεων ὅσα ἦν ἐπίμαχα καὶ ῥᾴδια ληφθῆναι διὰ κλιμάκων ἐξοικοδομεῖν τε καὶ ἀποταφρεύειν δεδοικότες τὰς αἰφνιδίους ἀλλήλων ἐφόδους.
他们从这些地方出发,一旦看到劫掠队伍,或是从大军中分离出来的少数、且如在收割/掠夺时因轻视敌人而处于无秩序状态的部队,便会群起而攻之,将其消灭;同时,由于害怕彼此的突然袭击,他们还对城市中易受攻击、易被梯子攻破的部分加固城墙并开挖壕沟。
§4.54.2μᾶλλον δʼ ὁ Ταρκύνιος περὶ ταῦτʼ ἐνεργὸς ἦν καὶ τῆς πόλεως τὰ πρὸς τοὺς Γαβίους φέροντα τοῦ περιβόλου διὰ πολυχειρίας ἐξωχυροῦτο τάφρον ὀρυξάμενος εὐρυτέραν καὶ τεῖχος ἐγείρας ὑψηλότερον καὶ πύργοις διαλαβὼν τὸ χωρίον πυκνοτέροις·
塔克文在这些事务上更加积极,他动用了大量人力,通过挖掘更宽的壕沟、筑起更高的城墙,以及用更密集的塔楼来巩固该地区,从而加强了城市面向加比人那一侧的防线。
κατὰ τοῦτο γὰρ ἐδόκει μάλιστα τὸ μέρος ἡ πόλις ἀνώχυρος εἶναι, πάντα τὸν ἄλλον περίβολον ἀσφαλὴς ἐπιεικῶς οὖσα καὶ δυσπρόσιτος.
因为在这部分,城市似乎最不稳固,而其余的所有城防都相当安全且难以接近。
§4.54.3ἔμελλε δʼ, ὃ πάσαις φιλεῖ συμβαίνειν ταῖς πόλεσιν ἐν τοῖς μακροῖς πολέμοις δῃουμένης διὰ τὰς συνεχεῖς τῶν πολεμίων εἰσβολὰς τῆς γῆς καὶ μηκέτι τοὺς καρποὺς ἐκφερούσης, σπάνις ἁπάσης τροφῆς ἐν ἀμφοτέραις ἔσεσθαι καὶ δεινὴ περὶ τοῦ μέλλοντος ἀθυμία·
然而,正如在长期战争中所有城市所常发生的那样——由于敌人不断的入侵,土地遭到蹂躏,不再产出庄稼—— 双方都将面临所有粮食的短缺,以及对未来深重的沮丧。
κάκιον δὲ τοὺς Ῥωμαίους ἐπίεζεν ἢ τοὺς Γαβίους ἡ τῶν ἀναγκαίων ἔνδεια, καὶ οἱ πενέστατοι αὐτῶν μάλιστα κάμνοντες ὁμολογίας ᾤοντο δεῖν ποιήσασθαι πρὸς τοὺς Γαβίους καὶ τὸν πόλεμον ἐφʼ οἷς ἂν ἐκεῖνοι θέλωσι διαλύσασθαι.
而生活必需品的匮乏对罗马人的折磨比对加比人更为严重,其中最贫穷、受苦最深的人认为,应当与加比人达成协议,并在对方要求的任何条件下结束战争。