§4.53.1πόλις ἦν ἐκ τοῦ Λατίνων γένους Ἀλβανῶν ἀπόκτισις ἀπέχουσα τῆς Ῥώμης σταδίους ἑκατὸν ἐπὶ τῆς εἰς Πραίνεστον φερούσης ὁδοῦ κειμένη·
有一座属于拉丁民族的城市,是阿尔巴人的殖民地,距离罗马一百斯塔迪翁,位于通往普赖内斯特的道路上。
Γαβίους αὐτὴν ἐκάλουν·
人们称它为加比。
νῦν μὲν οὐκέτι συνοικουμένη πᾶσα, πλὴν ὅσα μέρη πανδοκεύεται κατὰ τὴν δίοδον, τότε δὲ πολυάνθρωπος εἰ καί τις ἄλλη καὶ μεγάλη.
如今它已不再是全城有人居住,除了沿途有旅店营业的部分之外,但在当时,它是人口众多且规模庞大的,不亚于任何其他城市。
τεκμήραιτο δ᾽ἄν τις αὐτῆς τὸ μέγεθος καὶ τὴν ἀξίωσιν ἐρείπια θεασάμενος οἰκιῶν πολλαχῇ καὶ τείχους κύκλον, §4.53.2ἔτι γὰρ ἕστηκεν αὐτοῦ τὰ πλεῖστα.
如果有人看到多处房屋的废墟和城壁的周长,便可以推测出它的规模和地位,因为城墙的大部分至今依然屹立。
εἰς ταύτην συνερρύησαν Πωμεντίνων τε τῶν ἐκ Συέσσης διαφυγόντων τινές, ὅτε τὴν πόλιν αὐτῶν Ταρκύνιος κατελάβετο, καὶ τῶν ἐκ Ῥώμης φυγάδων συχνοί·
到这座城市聚集的,既有从苏埃萨逃出来的波门蒂尼亚人中的一些人(当时塔克文占领了他们的城市),也有许多来自罗马的流亡者。
οὗτοι δεόμενοι καὶ λιπαροῦντες τιμωρῆσαί σφισι τοὺς Γαβίους καὶ πολλὰς ὑπισχνούμενοι δωρεάς, εἰ κατέλθοιεν ἐπὶ τὰ σφέτερα, τήν τε κατάλυσιν τοῦ τυράννου δυνατὴν ἀποφαίνοντες καὶ ῥᾳδίαν, ὡς καὶ τῶν ἐν τῇ πόλει συλληψομένων, ἔπεισαν αὐτοὺς συμπροθυμηθέντων καὶ Οὐολούσκων·
这些人恳求并乞求加比人为他们复仇,并许诺如果他们能回到自己的家园,将赠予丰厚的礼物,同时指出推翻僭主既有可能也很容易,因为城里的人也会予以协助。
ἐπρεσβεύσαντο γὰρ κἀκεῖνοι δεόμενοι συμμαχίας· τὸν κατὰ τοῦ Ταρκυνίου πόλεμον ἀναλαβεῖν.
在沃尔斯奇人也表现出积极态度的情况下(因为他们也曾派遣使者请求结盟),这些人说服了他们,让他们承担起对抗塔克文的战争。
§4.53.3ἐγίνοντο δὴ μετὰ ταῦτα μεγάλοις στρατεύμασιν εἰς τὴν ἀλλήλων γῆν εἰσβολαὶ καὶ καταδρομαὶ μάχαι τε, ὅπερ εἰκός, τοτὲ μὲν ὀλίγοις πρὸς ὀλίγους, τοτὲ δὲ πᾶσι πρὸς πάντας, ἐν αἷς πολλάκις μὲν οἱ Γάβιοι τοὺς Ῥωμαίους τρεψάμενοι μέχρι τῶν τειχῶν καὶ πολλοὺς καταβαλόντες ἀδεῶς τὴν χώραν ἐπόρθουν, πολλάκις δʼ οἱ Ῥωμαῖοι τοὺς Γαβίους ὠσάμενοι καὶ κατακλείσαντες εἰς τὴν πόλιν ἀνδράποδα καὶ λείαν αὐτῶν πολλὴν ἀπῆγον.
在此之后,正如所料,双方用大军互相侵入和袭击对方的土地,并爆发了战斗,有时是少数人对少数人,有时是全体对全体。 在这些战斗中,加比人常常将罗马人击退至城墙下,斩杀多人,并毫无畏惧地掠夺其土地;罗马人也常常击退加比人并将其围困在城内,掳走他们的大批奴隶和战利品。