§4.50.1ὡς δὲ καὶ ταύταις ἐκρατύνατο τὴν ἀρχὴν ταῖς συμμαχίαις, στρατὸν ἐξάγειν ἐπὶ Σαβίνους ἔγνω Ῥωμαίων τʼ αὐτῶν ἐπιλέξας οὓς ἥκιστα ὑπώπτευεν, εἰ κύριοι τῶν ὅπλων γένοιντο, ἐλευθερίας μεταποιήσεσθαι, καὶ τὴν παρὰ τῶν συμμάχων ἀφιγμένην δύναμιν προσλαβὼν πολλῷ πλείονα τῆς πολιτικῆς ὑπάρχουσαν.
塔克文以此种方式也通过这些同盟巩固了自己的统治,随后他决定对萨宾人发动战争。 他从罗马人自己当中挑选出那些他最不怀疑在掌握武装后会图谋恢复自由的人,并加上了盟友送来的、人数远多于本国公民军的军队。
§4.50.2δῃώσας δʼ αὐτῶν τοὺς ἀγροὺς καὶ τοὺς ὁμόσε χωρήσαντας μάχῃ νικήσας ἐπὶ τοὺς καλουμένους Πωμεντίνους ἦγε τὴν δύναμιν, οἳ πόλιν μὲν Σύεσσαν ᾤκουν, εὐδαιμονέστατοι δʼ ἐδόκουν ἁπάντων εἶναι τῶν πλησιοχώρων καὶ διὰ τὴν πολλὴν εὐτυχίαν ἅπασι λυπηροὶ καὶ βαρεῖς, ἐγκαλῶν αὐτοῖς ἁρπαγάς τινας καὶ λῃστείας, ὑπὲρ ὧν αἰτούμενοι δίκας αὐθάδεις ἔδωκαν ἀποκρίσεις.
他蹂躏了萨宾人的田野,并在战斗中击败了那些挺身对抗的人。 接着,他率军前往攻打被称为波门提努斯的人,他们居住在苏埃萨城,被认为是近邻中最富庶的,且因其巨大的好运而对所有人显得傲慢无礼且令人难以忍受。 塔克文指控他们犯有一些抢劫和盗窃行为,对于这些指控,在被要求赔偿时,他们给出了傲慢的回应。
οἱ δʼ ἦσαν ἕτοιμοι προσδεχόμενοι τὸν πόλεμον καὶ ἐν τοῖς ὅπλοις.
然而,他们也做好了准备,严阵以待,已经全副武装。
§4.50.3συνάψας δʼ αὐτοῖς μάχην περὶ τὰ μεθόρια καὶ πολλοὺς μὲν ἀποκτείνας, τοὺς δὲ λοιποὺς τρεψάμενος καὶ κατακλείσας εἰς τὸ τεῖχος, ὡς οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, παραστρατοπεδεύσας αὐτοῖς ἀπετάφρευέ τε καὶ περιεχαράκου καὶ προσβολὰς ἐποιεῖτο τοῖς τείχεσι συνεχεῖς.
塔克文在边境附近与他们交战,杀伤甚众,并击退了其余的人,将他们围困在城墙内。 当他们不再出城迎战时,他在城外安营扎寨,开挖外壕,筑起栅栏,并对城墙发起连续不断的进攻。
οἱ δʼ ἔνδον τέως μὲν ἀπεμάχοντο καὶ πολὺν ἀντέσχον τῇ ταλαιπωρίᾳ χρόνον· ὡς δʼ ὑπέλειπεν αὐτοὺς τἀπιτήδεια, ἐξασθενοῦντες τὰ σώματα καὶ οὔτʼ ἐπικουρίαν οὐδεμίαν προσλαβόντες οὐδʼ ἀναπαύσεως τυγχάνοντες, ἀλλὰ καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ αὐτοὶ ταλαιπωροῦντες ἁλίσκονται κατὰ κράτος.
城内的人起初进行抵抗,在艰难中坚持了很长时间;但随着生活必需品的匮乏,他们身体虚弱,既得不到任何援助,也得不到休息,反而日夜备受折磨,最终城池被强攻攻克。
§4.50.4γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς τοὺς μὲν ἐν τοῖς ὅπλοις διέφθειρε, γυναῖκας δʼ αὐτῶν καὶ τέκνα καὶ τοὺς ὑπομείναντας αἰχμαλώτους γενέσθαι καὶ τὸ τῶν θεραπόντων πλῆθος οὐδʼ ἀριθμηθῆναι ῥᾴδιον τοῖς στρατιώταις ἐπέτρεψεν ἀπάγεσθαι τήν τʼ ἄλλην κτῆσιν τῆς πόλεως ἄγειν καὶ φέρειν, εἴ τις ἐπιτύχοι, τήν τʼ ἐντὸς τείχους καὶ τὴν ἐπὶ τῶν ἀγρῶν ἐφῆκεν·
在占领该城后,塔克文处死了手持武器的人,并允许士兵们将他们的妻子、儿女、甘愿沦为俘虏的人,以及数量多到难以计数的奴隶带走作为战利品。 他还允许士兵们抢劫该城的其他财产,无论是在城墙内还是在田野里,只要有人碰上即可。
ἄργυρον δὲ καὶ χρυσόν, ὅσος εὑρέθη, συναγαγὼν εἰς ἓν χωρίον καὶ τὴν δεκάτην ἐξελόμενος εἰς κατασκευὴν ἱεροῦ τὰ §4.50.5λοιπὰ χρήματα τοῖς στρατιώταις διεῖλεν.
他将所发现的所有金银聚集到一个地方,并取出十分之一用于建造神殿,而将其余的财物分配给士兵们。
οὕτω δʼ ἄρα πολὺς ὁ καταληφθεὶς ἄργυρός τε καὶ χρυσὸς ἦν, ὥστε τῶν μὲν στρατιωτῶν ἕκαστον πέντε μνᾶς ἀργυρίου λαβεῖν, τὸ δὲ τοῖς θεοῖς δεκατευθὲν ἀργύριον τετρακοσίων οὐ μεῖον γενέσθαι ταλάντων.
结果,缴获的金银数量如此之多,以至于每个士兵都分到了五米纳银子,而作为十分之一献给神明们的银子不少于四百塔兰特。