Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.49.1-4.49.3

同盟的扩大与阿尔班山拉丁节的设立

第 293 段,共 962 段 · 希腊语

内容简介

塔克文在确立对拉丁人的领导权后,与赫尔尼基人和部分沃尔斯基人结盟,并在阿尔班山建立共同的圣所。在那里每年举行“拉丁节”,在罗马人的主持下,四十七个城邦共同献祭,分享祭肉以巩固团结。

§4.49.1τυχὼν δὲ τῆς Λατίνων ἡγεμονίας ὁ Ταρκύνιος ἐπρεσβεύσατο καὶ πρὸς τὰς Ἑρνίκων πόλεις καὶ πρὸς τὰς Οὐολούσκων προκαλούμενος κἀκείνους εἰς φιλίαν τε καὶ συμμαχίαν.
塔克文在获得了拉丁人的领导权之后,也向赫尔尼基人的城邦以及沃尔斯基人的城邦派出了使节,邀请他们也加入友好与军事同盟。
Ἕρνικες μὲν οὖν ἅπαντες ἐψηφίσαντο ποιεῖν τὴν συμμαχίαν, ἐκ δὲ τοῦ Οὐολούσκων ἔθνους δύο πόλεις ἐδέξαντο μόναι τὰς προκλήσεις, Ἐχετρανοί τε καὶ Ἀντιᾶται.
于是赫尔尼基人全体投票赞成缔结同盟,而在沃尔斯基人中,只有两个城邦接受了邀请,即埃凯特拉人和安提乌姆人。
τοῦ δὲ μένειν εἰς ἅπαντα χρόνον τὰ συγκείμενα ταῖς πόλεσι πρόνοιαν ὁ Ταρκύνιος λαμβάνων ἱερὸν ἔγνω κοινὸν ἀποδεῖξαι Ῥωμαίων τε καὶ Λατίνων καὶ Ἑρνίκων καὶ Οὐολούσκων τῶν ἐγγραψαμένων εἰς τὴν συμμαχίαν, ἵνα συνερχόμενοι καθʼ ἕκαστον ἐνιαυτὸν εἰς τὸν ἀποδειχθέντα τόπον πανηγυρίζωσι καὶ συνεστιῶνται καὶ κοινῶν ἱερῶν μεταλαμβάνωσιν.
塔克文为了使城邦之间达成的协议能够永久保持,决定设立一个供罗马人、拉丁人、赫尔尼基人以及加入同盟的沃尔斯基人共同使用的圣所,以便他们每年聚集到指定的地方,举行节日庆典,共同聚餐,并分担共同的祭祀仪式。
§4.49.2ἀγαπητῶς δὲ πάντων τὸ πρᾶγμα δεξαμένων τόπον μὲν ἀπέδειξεν, ἔνθα ποιήσονται τὴν σύνοδον ἐν μέσῳ μάλιστα τῶν ἐθνῶν κείμενον ὄρος ὑψηλόν, ὃ τῆς Ἀλβανῶν ὑπέρκειται πόλεως, ἐν ᾧ πανηγύρεις τʼ ἀνὰ πᾶν ἔτος ἄγεσθαι καὶ ἐκεχειρίας εἶναι πᾶσι πρὸς πάντας ἐνομοθέτησε θυσίας τε συντελεῖσθαι κοινὰς τῷ καλουμένῳ Λατιαρίῳ Διὶ καὶ συνεστιάσεις, τάξας ἃ δεῖ παρέχειν ἑκάστην πόλιν εἰς τὰ ἱερά, καὶ μοῖραν, ἣν ἑκάστην δεήσει λαμβάνειν.
当所有人都欣然接受这一提议时,他指定了一个举行集会的地方,那是位于这些民族正中间的一座高山,耸立在阿尔班人的城邦之上。 他立法规定,每年在该山上举行节日庆典,所有人之间都要实行相互停战,并向被称为拉提阿里斯(Latiaris)的朱庇特神献上共同的牺牲并共同聚餐。 他规定了每个城邦必须为祭祀提供的祭品,以及每个城邦应当分得的肉份额。
αἱ δὲ μετασχοῦσαι τῆς ἑορτῆς τε καὶ τῆς θυσίας πόλεις τριῶν δέουσαι πεντήκοντα ἐγένοντο.
参加节日和祭祀的城邦共有四十七个。
§4.49.3ταύτας τὰς ἑορτάς τε καὶ τὰς θυσίας μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ἐπιτελοῦσι Ῥωμαῖοι Λατίνας καλοῦντες, καὶ φέρουσιν εἰς αὐτὰς αἱ μετέχουσαι τῶν ἱερῶν πόλεις αἱ μὲν ἄρνας, αἱ δὲ τυρούς, αἱ δὲ γάλακτός τι μέτρον, αἱ δὲ ὅμοιόν τι τούτοις·
罗马人至今仍在举行这些节日和祭祀,称之为“拉丁节”。 参与这些祭祀的城邦会带来祭品,有的带羔羊,有的带奶酪,有的带一定分量的牛奶,有的带与之类似的东西。
ἑνὸς δὲ ταύρου κοινῶς ὑπὸ πασῶν θυομένου μέρος ἑκάστη τὸ τεταγμένον λαμβάνει.
由所有人共同献祭的一头公牛,每个城邦都会得到规定的份额。
θύουσι δʼ ὑπὲρ ἁπάντων καὶ τὴν ἡγεμονίαν τῶν ἱερῶν ἔχουσι Ῥωμαῖοι.
罗马人代表所有人进行献祭,并拥有这些祭祀的主祭权。

词汇与语法注释

  1. 4.49.1τοῦ δὲ μένειν — 带有冠词属格 `τοῦ` 的不定式短语,由不定式 `μένειν`(其主语为 `τὰ συγκείμενα`)构成。它作名词 `πρόνοιαν`(顾虑/考虑)的限定属格,表示“使……永存的考虑”。
  2. 4.49.2τριῶν δέουσαι πεντήκοντα — 希腊语中表示“47”的惯用数量表达方式(字面意为“五十个差三个”)。分词 `δέουσαι`(动词 `δέω`“缺少”的现在活动分词阴性复数)在性、数上与主语 `πόλεις`(阴性复数名词)保持一致。
  3. 4.49.3τὴν ἡγεμονίαν τῶν ἱερῶν ἔχουσι — 意为“拥有神圣仪式的领导权”。属格 `τῶν ἱερῶν` 作为宾格性属格限定名词 `τὴν ἡγεμονίαν`。这是一个重要的历史说明,表明尽管表面上是平等的同盟,罗马实际上掌握了宗教(进而也就是政治)的绝对主导权。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.49.1-4.49.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.49.1-4.49.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。