§4.48.1ὡς δὲ ταῦτʼ εἶπεν, ἀνεβόησάν τε πάντες καὶ περὶ τοῖς ἀνδράσι δεδιότες ἐλέγχειν τὸ πρᾶγμα καὶ μὴ φενακίζειν ἠξίουν.
当他说了这些话后,众人都呼喊起来,并因担心那些人的安危,要求对事情进行核实,切勿受骗。
καὶ ὁ Τύρνος, οἷα δὴ τὴν ἐπιβουλὴν οὐ προεγνωκώς, ἄσμενος τὴν ἐξέτασιν ἔφη δέχεσθαι καὶ τοὺς προέδρους ἐπὶ τὴν ἔρευναν τῆς καταλύσεως ἐκάλει καὶ δυεῖν γενέσθαι θάτερον ἔφη δεῖν, ἢ αὐτὸς ἀποθανεῖν, ἐὰν εὑρεθῇ παρεσκευασμένος ὅπλα ἔξω τῶν ἐνοδίων, ἢ τὸν καταψευσάμενον αὐτοῦ §4.48.2δίκην ὑποσχεῖν.
而图尔努斯由于完全没有预料到这一阴谋,便说他乐意接受这一调查,并邀请主持者们去搜查他的住所。 他说,两件事中必居其一:要么如果他被发现准备了旅途必需品之外的武器,他自己甘愿受死;要么对他进行诬告的人应当接受惩罚。
ἐδόκει ταῦτα·
这一提议获得通过。
καὶ οἱ πορευθέντες ἐπὶ τὴν κατάλυσιν αὐτοῦ καταλαμβάνουσιν ἐν τοῖς σκευοφόροις τὰ κατακρυφθέντα ὑπὸ τῶν θεραπόντων ξίφη.
那些前往他住所的人在行李箱中找到了被仆人们藏匿的剑。
μετὰ τοῦτο τὸν μὲν Τύρνον οὐκέτι λόγου τυχεῖν ἐάσαντες εἰς βάραθρόν τι καταβάλλουσι καὶ ἐπικατασκάψαντες ἔτι ζῶντος τὴν γῆν διαφθείρουσι παραχρῆμα.
在此之后,他们不再给图尔努斯任何辩解的机会,将他投入一个深坑中,在他还活着的时候填土掩埋,当场将他杀死。
§4.48.3τὸν δὲ Ταρκύνιον ἐπαινέσαντες ἐπὶ τῆς ἐκκλησίας ὡς κοινὸν εὐεργέτην τῶν πόλεων ἐπὶ τῷ σεσωκέναι τοὺς ἀρίστους ἄνδρας, ἡγεμόνα ποιοῦνται τοῦ ἔθνους ἐπὶ τοῖς αὐτοῖς τοῖς δικαίοις, ἐφʼ οἷς Ταρκύνιόν τε τὸν πάππον αὐτοῦ πρότερον ἐποιήσαντο καὶ μετὰ ταῦτα Τύλλιον·
随后,他们在集会上赞扬塔克文,称他是挽救了最优秀人物的城邦共同恩人,并以过去选立其祖父塔克文以及后来的图利乌斯时相同的权利条件,推举他为该族的领袖。
συνθήκας τε γράψαντες ἐν στήλαις καὶ περὶ φυλακῆς τῶν συγκειμένων ὅρκια τεμόντες διέλυσαν τὸν σύλλογον.
他们将盟约刻在石柱上,并为遵守协定而举行了协议起誓的牺牲仪式,随后解散了集会。