§4.48.1ὡς δὲ ταῦτʼ εἶπεν, ἀνεβόησάν τε πάντες καὶ περὶ τοῖς ἀνδράσι δεδιότες ἐλέγχειν τὸ πρᾶγμα καὶ μὴ φενακίζειν ἠξίουν.
When he said this, all cried out, and fearing for the men, they demanded that they should investigate the matter and not be deceived.
καὶ ὁ Τύρνος, οἷα δὴ τὴν ἐπιβουλὴν οὐ προεγνωκώς, ἄσμενος τὴν ἐξέτασιν ἔφη δέχεσθαι καὶ τοὺς προέδρους ἐπὶ τὴν ἔρευναν τῆς καταλύσεως ἐκάλει καὶ δυεῖν γενέσθαι θάτερον ἔφη δεῖν, ἢ αὐτὸς ἀποθανεῖν, ἐὰν εὑρεθῇ παρεσκευασμένος ὅπλα ἔξω τῶν ἐνοδίων, ἢ τὸν καταψευσάμενον αὐτοῦ §4.48.2δίκην ὑποσχεῖν.
And Turnus, as he had not at all foreseen the plot, said he gladly accepted the investigation, and invited the presidents to search his lodging, saying that one of two things must happen: either he himself should die if he were found to have prepared weapons other than travel-gear, or his false accuser should suffer punishment.
ἐδόκει ταῦτα· καὶ οἱ πορευθέντες ἐπὶ τὴν κατάλυσιν αὐτοῦ καταλαμβάνουσιν ἐν τοῖς σκευοφόροις τὰ κατακρυφθέντα ὑπὸ τῶν θεραπόντων ξίφη.
This seemed good; and those who went to his lodging found the swords hidden by the servants in the baggage-carriers.
μετὰ τοῦτο τὸν μὲν Τύρνον οὐκέτι λόγου τυχεῖν ἐάσαντες εἰς βάραθρόν τι καταβάλλουσι καὶ ἐπικατασκάψαντες ἔτι ζῶντος τὴν γῆν διαφθείρουσι παραχρῆμα.
After this, no longer allowing Turnus to obtain a hearing, they threw him into a certain pit and, throwing down the earth over him while he was still alive, destroyed him immediately.
§4.48.3τὸν δὲ Ταρκύνιον ἐπαινέσαντες ἐπὶ τῆς ἐκκλησίας ὡς κοινὸν εὐεργέτην τῶν πόλεων ἐπὶ τῷ σεσωκέναι τοὺς ἀρίστους ἄνδρας, ἡγεμόνα ποιοῦνται τοῦ ἔθνους ἐπὶ τοῖς αὐτοῖς τοῖς δικαίοις, ἐφʼ οἷς Ταρκύνιόν τε τὸν πάππον αὐτοῦ πρότερον ἐποιήσαντο καὶ μετὰ ταῦτα Τύλλιον· συνθήκας τε γράψαντες ἐν στήλαις καὶ περὶ φυλακῆς τῶν συγκειμένων ὅρκια τεμόντες διέλυσαν τὸν σύλλογον.
And having praised Tarquinius in the assembly as a common benefactor of the cities for having saved the best men, they made him leader of the nation on the same terms on which they had previously made Tarquinius, his grandfather, and after that Tullius; and having written the treaty on pillars and offered sacrifices to seal the oaths for the preservation of the agreements, they dissolved the assembly.