§4.46.1τῇ δʼ ἑξῆς ἡμέρᾳ παρῆν ὁ Ταρκύνιος καὶ συναχθέντος τοῦ συλλόγου μικρά θʼ ὑπὲρ τοῦ χρονισμοῦ προειπὼν ὑπὲρ τῆς ἡγεμονίας εὐθὺς ἐποιεῖτο λόγους ὡς κατὰ τὸ δίκαιον αὑτῷ προσηκούσης, ἐπειδὴ Ταρκύνιος αὐτὴν κατέσχεν ὁ πάππος αὐτοῦ πολέμῳ κτησάμενος, καὶ τὰς συνθήκας παρείχετο τὰς γενομένας ταῖς πόλεσι πρὸς ἐκεῖνον.
第二天,塔克文到场了。 在集会召集之后,他先对自己的迟到略作解释,随即就领导权发表了演说,声称根据正义,这权柄理应属于他,因为这是他的祖父塔克文通过战争夺取并保持的;同时,他还出示了各城邦与他祖父签订的条约。
§4.46.2πολὺν δὲ λόγον ὑπὲρ τοῦ δικαίου καὶ τῶν ὁμολογιῶν διεξελθὼν καὶ μεγάλα τὰς πόλεις εὐεργετήσειν ὑποσχόμενος, ἐὰν ἐν τῇ φιλίᾳ διαμείνωσι, τελευτῶν ἔπειθεν αὐτοὺς ἐπὶ τὸ Σαβίνων ἔθνος συστρατεύειν.
在详细阐述了关于正义和条约的漫长论说,并许诺如果他们保持友好关系,将给各城邦带来巨大恩惠之后,他最终说服了他们共同对萨宾人进行远征。
§4.46.3ὡς δʼ ἐπαύσατο λέγων, παρελθὼν ὁ Τύρνος ὁ καὶ τὸν ὀψισμὸν αὐτοῦ διαβαλὼν οὐκ εἴα τοὺς συνέδρους παραχωρεῖν τῷ ἀνδρὶ τῆς ἀρχῆς, ὡς οὔτε κατὰ τὸ δίκαιον αὐτῷ προσηκούσης οὔτʼ ἐπὶ τῷ συμφέροντι τῶν Λατίνων δοθησομένης·
当他结束发言时,曾谴责他迟到的图尔努斯走上前,不准议员们将统治权让给这个人,声称这权柄既不合正义地属于他,也不会为了拉丁人的利益而授予他。
καὶ πολλοὺς ὑπὲρ ἀμφοτέρων διεξῆλθε λόγους τὰς μὲν συνθήκας, ἃς ἐποιήσαντο πρὸς τὸν πάππον αὐτοῦ παραδιδόντες τὴν ἡγεμονίαν, λελύσθαι λέγων μετὰ τὸν ἐκείνου θάνατον διὰ τὸ μὴ προσγεγράφθαι ταῖς ὁμολογίαις τὴν αὐτὴν εἶναι δωρεὰν καὶ τοῖς Ταρκυνίου ἐγγόνοις, τὸν δʼ ἀξιοῦντα τῶν τοῦ πάππου δωρεῶν κληρονομεῖν ἁπάντων ἀνθρώπων παρανομώτατον ἀποφαίνων καὶ πονηρότατον καὶ τὰς πράξεις αὐτοῦ διεξιών, ἃς ἐπὶ τῷ §4.46.4κατασχεῖν τὴν Ῥωμαίων ἀρχὴν ἐπετελέσατο.
他针对这两个论点进行了详尽的阐述,指出拉丁人与他祖父签署的让渡领导权的条约,在他祖父死后便已失效,因为条约中并未附加说明同样的特权也适用于塔克文的子孙。 他还指出,要求继承祖父所有特权的人是所有人中最无法无天、最邪恶的,并详述了此人为夺取罗马人的统治权所做出的种种行径。
διεξελθὼν δὲ πολλὰς αὐτοῦ καὶ δεινὰς κατηγορίας τελευτῶν ἐδίδασκεν, ὡς οὐδὲ τὴν βασιλείαν εἶχε τὴν Ῥωμαίων κατὰ νόμους παρʼ ἑκόντων λαβὼν ὥσπερ οἱ πρὸ αὐτοῦ βασιλεῖς, ὅπλοις δὲ καὶ βίᾳ κατισχύσας τυραννικήν τε μοναρχίαν καταστησάμενος τοὺς μὲν ἀποκτείνοι τῶν πολιτῶν, τοὺς δʼ ἐξελαύνοι τῆς πατρίδος, τῶν δὲ περικόπτοι τὰς οὐσίας, ἁπάντων δʼ ἅμα τὴν παρρησίαν καὶ τὴν ἐλευθερίαν ἀφαιροῖτο·
在对他进行了许多严厉的指责之后,他最终指出,此人甚至连罗马的王位都不是像他之前的国王们那样,依法从心甘情愿的臣民手中获得的,而是用武力和暴力压制他人,建立了僭主式的君主制,他杀害部分公民,将另一些人驱逐出祖国,剥夺另一些人的财产,同时剥夺了所有人的言论自由和人身自由。
πολλῆς τε μωρίας ἔφη καὶ θεοβλαβείας εἶναι παρὰ πονηροῦ καὶ ἀνοσίου τρόπου χρηστόν τι καὶ φιλάνθρωπον ἐλπίζειν καὶ νομίζειν, ὡς ὁ τῶν συγγενεστάτων τε καὶ ἀναγκαιοτάτων μὴ φεισάμενος τῶν ἀλλοτρίων φείσεται·
他还说,对一个邪恶而不敬的人抱有期待,认为能从他那里得到任何善意和人道,是极大的愚蠢和丧失理智,因为一个连最亲近、最血近的亲人都不放过的人,又怎会放过外人呢?
παρῄνει τε τέως οὔπω τὸν χαλινὸν εἰλήφασι περὶ τοῦ μὴ λαβεῖν αὐτὸν διαμάχεσθαι, ἐξ ὧν ἕτεροι πεπόνθασι δεινῶν τεκμαιρομένους, ἃ συμβήσεται παθεῖν αὐτοῖς.
他奉劝他们,趁现在还没有被套上缰绳,要奋力抵抗,不被其束缚,并从他人所遭受的惨痛教训中,预料到自己将要面临的遭遇。