§4.45.1λογιζόμενος δʼ ὁ Ταρκύνιος, ὅτι τοῖς μὴ κατὰ νόμους λαβοῦσι τὰς δυναστείας, ἀλλὰ διὰ τῶν ὅπλων κτησαμένοις, οὐ μόνον ἐπιχωρίου δεῖ φυλακῆς, ἀλλὰ καὶ ξενικῆς, τὸν ἐπιφανέστατον ἐκ τοῦ Λατίνων ἔθνους καὶ πλεῖστον ἁπάντων δυνάμενον ἐσπούδαζε φίλον ποιήσασθαι τῷ γάμῳ συζεύξας τῆς θυγατρός, ὃς ἐκαλεῖτο μὲν Ὀκταούιος Μαμίλιος, ἀνέφερε δὲ τὸ γένος εἰς Τηλέγονον τὸν ἐξ Ὀδυσσέως καὶ Κίρκης, κατῴκει δʼ ἐν πόλει Τύσκλῳ, ἐδόκει δὲ τὰ πολιτικὰ συνετὸς ἐν ὀλίγοις εἶναι καὶ πολέμους στρατηγεῖν ἱκανός.
塔克文考虑到,对于那些并非依法获得统治权而是通过武力夺取政权的人来说,不仅需要本国的卫队,也需要外国的卫队,因此他极力想通过将女儿嫁给拉丁人中最显赫、也是所有人中最有势力的人来与他结为盟友;此人名叫奥克塔维乌斯·马米利乌斯,他的家系可以追溯到奥德修斯和喀耳刻所生的特勒戈诺斯,他居住在图斯库鲁姆城,被认为是少数精通国政且善于指挥战争的人之一。
§4.45.2τοῦτον τὸν ἄνδρα φίλον ἔχων καὶ διʼ αὐτοῦ τοὺς ἀρίστους ἐν ἑκάστῃ πόλει τῶν τὰ κοινὰ πραττόντων προσλαβὼν τότʼ ἤδη καὶ τῶν ὑπαιθρίων ἐπεχείρει πειρᾶσθαι πολέμων καὶ στρατιὰν ἐπὶ Σαβίνους ἐξάγειν οὐ βουλομένους ὑπηκόους εἶναι τοῖς ἐπιτάγμασιν, ἀλλʼ ἀπηλλάχθαι τῶν ὁμολογιῶν οἰομένους, ἐξ οὗ Τύλλιος ἐτελεύτησε, πρὸς ὃν ἐποιήσαντο τὰς ὁμολογίας.
有了这个人作为盟友,并通过他争取到了各城邦中管理公共事务的最优秀的人,塔克文这时才开始尝试进行户外战争,并对萨宾人出兵;因为萨宾人不愿顺从他的命令,而是认为自从与他们缔结条约的图利乌斯去世以来,他们就已经免除了条约的束缚。
§4.45.3γνοὺς δὲ ταῦτα προεῖπε διʼ ἀγγέλων ἥκειν εἰς τὴν ἐν Φερεντίνῳ γινομένην ἀγορὰν τοὺς εἰωθότας ὑπὲρ τοῦ κοινοῦ τῶν Λατίνων συνεδρεύειν, ἡμέραν τινὰ ὁρίσας, ὡς περὶ κοινῶν καὶ μεγάλων πραγμάτων σὺν αὐτοῖς βουλευσόμενος.
得知这些情况后,他通过使者通知那些习惯于为拉丁人共同体开会商议的人,让他们在指定的日期前往费伦蒂诺举行的集会,声称要与他们共同商讨重大而共同的事业。
§4.45.4οἱ μὲν δὴ παρῆσαν, ὁ δὲ Ταρκύνιος αὐτὸς ὁ καλέσας αὐτοὺς ὑστέρει.
拉丁人确实出席了,但召集他们的塔克文自己却迟到了。
ὡς δὲ πολὺς ἐγένετο καθημένοις ὁ χρόνος καὶ ἐδόκει τοῖς πλείοσιν ὕβρις εἶναι τὸ πρᾶγμα, ἀνήρ τις ἐν πόλει μὲν οἰκῶν Κορίλλῃ, δυνατὸς δὲ καὶ χρήμασι καὶ φίλοις καὶ τὰ πολέμια ἄλκιμος πολιτικόν τε λόγον εἰπεῖν οὐκ ἀδύνατος, Τύρνος Ἑρδώνιος ὄνομα, Μαμιλίῳ τε διάφορος ὢν διὰ τὴν πρὸς τὰ κοινὰ φιλοτιμίαν καὶ Ταρκυνίῳ διὰ τὸν Μαμίλιον ἀπεχθόμενος, ὅτι κηδεστὴν ἐκεῖνον ἠξίωσε λαβεῖν ἀνθʼ ἑαυτοῦ, πολλὴν ἐποιεῖτο τοῦ Ταρκυνίου κατηγορίαν τʼ ἄλλα διεξιὼν ἔργα τοῦ ἀνδρός, οἷς αὐθάδειά τις ἐδόκει προσεῖναι καὶ βαρύτης, καὶ τὸ μὴ παρεῖναι πρὸς τὸν σύλλογον αὐτὸν τὸν κεκληκότα τῶν ἄλλων ἁπάντων παρόντων.
当他们坐着等待了许久,大多数人都认为这是一种侮辱时,一个名叫图尔努斯·赫尔多尼乌斯的人——他居住在科里拉城,因富有和多友而势力强大,在军事上勇敢,且不无发表政治演说之能,他因公职上的竞争而与马米利乌斯不和,也因马米利乌斯的缘故而憎恨塔克文,因为塔克文宁愿选择那个人做女婿而不选择自己——对塔克文进行了激烈的指责,历数此人其他显得傲慢与横暴的行径,并特别谴责了在其他所有人都已到场的情况下,作为召集人他自己却不出席集会。
§4.45.5ἀπολογουμένου δὲ τοῦ Μαμιλίου καὶ εἰς ἀναγκαίας τινὰς ἀναφέροντος αἰτίας τὸν τοῦ Ταρκυνίου χρονισμὸν ἀναβάλλεσθαι τʼ ἀξιοῦντος τὸν σύλλογον εἰς τὴν ἐπιοῦσαν ἡμέραν, πεισθέντες οἱ πρόεδροι τῶν Λατίνων ἀνεβάλοντο τὴν βουλήν.
但在马米利乌斯进行辩解、将塔克文的迟到归因于某些无法避免的原因、并请求将集会推迟到第二天之后,拉丁人的首领们被说服了,推迟了议会。