§4.38.1ὡς δὲ καὶ ταύτης διήμαρτε τῆς πείρας ὁ Ταρκύνιος, ἀδημονῶν ἐπὶ τῷ μηδεμίαν αὐτῷ βοήθειαν παρὰ τῆς βουλῆς, ᾗ μάλιστα ἐπεποίθει, γενέσθαι, χρόνον μέν τινα διέτριβε κατʼ οἰκίαν τοῖς ἑταίροις μόνοις διαλεγόμενος·
当塔尔昆纽斯在这次尝试中也失败后,由于在他最信任的元老院那里未能获得任何帮助而深感沮丧,他在家中度过了一段时间,仅与亲信的伙伴交谈。
ἔπειτα γνώμην ἀποδειξαμένης τῆς γυναικὸς μηδὲν ἔτι μαλακίζεσθαι μηδὲ κατοκνεῖν, ἀλλὰ καταβαλόντα τοὺς λόγους ἐπὶ τὰ ἔργα χωρεῖν διαλλαγὰς πρῶτον εὑρόμενον διὰ φίλων πρὸς τὸν Τύλλιον, ἵνα πιστεύσας ὡς φίλῳ γεγονότι ἧττον αὐτὸν φυλάττοιτο, δόξας δʼ αὐτὴν τὰ κράτιστα ὑποθέσθαι μετανοεῖν τε περὶ τῶν γεγονότων ἐσκήπτετο καὶ πολλὰ διὰ φίλων λιπαρῶν τὸν Τύλλιον ἠξίου συγγνώμονα γενέσθαι.
后来,他的妻子提出建议,认为他不应再示弱或犹豫,而应放下言辞付诸行动,首先通过朋友与图利乌斯达成和解,以便图利乌斯相信他已成为朋友而放松对他的戒备;他认为妻子的提议极其英明,于是便假装对过去所发生的事表示悔改,并多次通过朋友恳求图利乌斯宽恕他。
§4.38.2ῥᾷστα δὲ πείσας τὸν ἄνδρα φύσει τʼ εὐδιάλλακτον ὄντα καὶ οὐκ ἀξιοῦντα πόλεμον ἄσπειστον θυγατρὶ καὶ γαμβρῷ πολεμεῖν, ἐπειδὴ τὸν οἰκεῖον καιρὸν ἔλαβε διεσκεδασμένου τοῦ δήμου κατὰ τοὺς ἀγροὺς ἐπὶ τὴν τῶν καρπῶν συγκομιδήν, ἐξῆλθε μετὰ τῶν ἑταίρων ἐχόντων ὑπὸ ταῖς περιβολαῖς ξίφη, τούς τε πελέκεις ὑπηρέταις τισὶν ἀναδοὺς καὶ αὐτὸς τὴν βασιλικὴν ἐσθῆτα λαβὼν καὶ τἆλλα παράσημα τῆς ἀρχῆς ἐπαγόμενος·
他极其轻易地动摇了那个人,因为那人生命易于和解,且认为不应与自己的女儿和女婿进行不可调和的战争。 当趁着民众为了收割庄稼而分散在田野里的有利时机,塔尔昆纽斯便与斗篷下藏着佩剑的同伴们一起外出,将束棒交给了几名侍从,自己穿上了王袍并带上其他权力的象征。
ἐλθὼν δʼ εἰς τὴν ἀγορὰν καὶ πρὸ τοῦ βουλευτηρίου στὰς ἐκέλευσε τῷ κήρυκι τοὺς βουλευτὰς καλεῖν εἰς τὸ συνέδριον.
他来到广场,站在元老院议事堂前,命令传令官召集议员们到会场。
ἦσαν δʼ ἐκ παρασκευῆς ἕτοιμοι περὶ τὴν ἀγορὰν οἱ συνειδότες αὐτῷ τὴν πρᾶξιν
而那些与他共谋事的人,由于事先做好了准备,已经在广场周围各自待命。
§4.38.3καὶ παρορμῶντες ἐκ τῶν πατρικίων συχνοί.
在贵族中,有许多人也在煽动他。
οἱ μὲν δὴ συνῄεσαν·
议员们果然聚集起来。
τῷ δὲ Τυλλίῳ λέγει τις ἐλθὼν ὄντι κατʼ οἰκίαν, ὅτι Ταρκύνιος ἐν ἐσθῆτι βασιλικῇ προελήλυθε καὶ καλεῖ τοὺς βουλευτὰς εἰς τὸ συνέδριον.
有人来到正在家中的图利乌斯那里,告诉他塔尔昆纽斯身穿王袍出现,并正召集议员到会场。
ὁ δὲ θαυμάσας τὴν τόλμαν αὐτοῦ τάχιον ἢ φρονιμώτερον προῆλθεν ἐκ τῆς οἰκίας οὐ πολλοὺς περὶ ἑαυτὸν ἔχων.
图利乌斯对他的狂妄感到惊异,身旁没有带多少人,便急匆匆地走出了家门。
ἐλθὼν δʼ εἰς τὸ συνέδριον καὶ τὸν Ταρκύνιον ἰδὼν ἐπὶ τῆς βασιλικῆς καθήμενον ἕδρας καὶ τὸν ἄλλον βασίλειον ἔχοντα κόσμον·
他来到会场,看到塔尔昆纽斯正坐在王座上,并佩戴着其他王室的饰物。
§4.38.4τίς, εἶπεν, ὦ μιαρώτατε ἀνθρώπων, τοῦτό σοι τὸ σχῆμα συνεχώρησε λαβεῖν;
他说:“你这人类中最可恶的家伙,谁允许你穿上这身装束的?
καὶ ὃς ὑπολαβών·
” 塔尔昆纽斯答道:“是你的狂妄和无耻,图利乌斯!
ἡ σὴ τόλμα καὶ ἀναίδεια, εἶπεν, ὦ Τύλλιε, ὃς οὐδʼ ἐλεύθερος ὤν, ἀλλὰ δοῦλος ἐκ δούλης, ἣν οὑμὸς ἐκτήσατο πάππος ἐκ τῶν αἰχμαλώτων, ἐτόλμησας βασιλέα Ῥωμαίων σεαυτὸν ἀναδεῖξαι.
你甚至连自由人都不算,不过是一个女奴生下的奴隶,而那个女奴还是我祖父从战俘中获得的,你竟然胆敢自立为罗马人的国王。
ὡς δὲ ταῦτʼ ἤκουσεν ὁ Τύλλιος, ἐκπικρανθεὶς ἐπὶ τῷ λόγῳ παρὰ τὸ συμφέρον ὥρμησεν ἐπʼ αὐτὸν ὡς ἐξαναστήσων τῆς ἕδρας.
”图利乌斯听了这话,对这番话感到极度愤怒,不顾自身安全地冲向他,企图将他从王座上拉下来。
§4.38.5καὶ ὁ Ταρκύνιος ἄσμενος τοῦτʼ ἰδὼν ἀναπηδᾷ τʼ ἀπὸ τοῦ δίφρου, καὶ συναρπάσας τὸν γέροντα κεκραγότα καὶ τοὺς ὑπηρέτας ἐπικαλούμενον ἔφερε.
塔尔昆纽斯高兴地看到这一幕,从椅子上跳了起来,一把揪住大声呼喊并呼唤侍从的这位老人,将他架了出去。
γενόμενος δʼ ἔξω τοῦ βουλευτηρίου μετέωρον ἐξαρπάσας αὐτὸν ἀκμάζων τὸ σῶμα καὶ ῥωμαλέος ἀνὴρ ῥιπτεῖ κατὰ τῶν κρηπίδων τοῦ βουλευτηρίου τῶν εἰς τὸ ἐκκλησιαστήριον φερουσῶν.
到了元老院议事堂外面,这位身体正值壮年、力大无比的男子将他高高举起,从通往民众大会会场的元老院议事堂台阶上扔了下去。
§4.38.6μόγις δʼ ἐκ τοῦ πτώματος ἀναστὰς ὁ πρεσβύτης ὡς εἶδε μεστὰ τὰ πέριξ ἅπαντα τῆς περὶ τὸν Ταρκύνιον ἑταιρείας, τῶν δʼ αὐτοῦ φίλων πολλὴν ἐρημίαν, ἀπῄει στένων κρατούντων καὶ παραπεμπόντων αὐτὸν ὀλίγων, αἵματι πολλῷ ῥεόμενος καὶ κακῶς ὅλον ἑαυτὸν ἐκ τοῦ πτώματας ἔχων.
老人从摔倒中艰难地爬起来,看到周围全是塔尔昆纽斯的党羽,而自己的朋友则寥寥无几,他便在少数搀扶和护送他的人陪伴下,一边呻吟着一边走开,他浑身流着鲜血,因摔伤而全身上下痛苦不堪。