Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.35.1-4.35.4

提议由民众大会裁决王位归属

第 279 段,共 962 段 · 希腊语

内容简介

塞维乌斯指责塔昆未曾就王位争端采取正当的法律程序,并提议将两人谁更适合统治的决定权交给大会中的民众,而非元老院。

§4.35.1ἀλλʼ ἵνα ταῦτα πάντʼ ἀφῶ καὶ ὁμόσε χωρήσω τοῖς σοῖς λόγοις, εἴ σε παρακαταθήκην παππῴαν ἀπεστέρουν καὶ παρὰ πάντα τὰ ἐν ἀνθρώποις δίκαια τὴν σὴν βασιλείαν κατεῖχον, ἐχρῆν σε παραγενόμενον ἐπὶ τοὺς δεδωκότας μοι τὴν ἐξουσίαν ἀγανακτεῖν καὶ κατηγορεῖν ἐμοῦ τε, ὅτι τὰ μὴ προσήκοντα κατέχω, καὶ τῶν δεδωκότων, ὅτι τἀλλότρια ἐχαρίσαντό μοι·
但是,为了撇开所有这些,并直接去应对你的论点,如果我真的剥夺了你祖父留下的托付,并违反人类社会的所有正义而强占了你的王位,你本应当亲自去找那些赋予我权力的人,表达你的愤慨,并指控我占有了不属于我的东西,同时也指控那些赋予者将别人的东西施舍给我。
ῥᾳδίως γὰρ ἂν ἔπεισας αὐτούς, εἴ τι δίκαιον εἶχες λέγειν.
因为如果你有任何正义的话可说,你本可以轻易说服他们。
§4.35.2εἰ δὲ τούτῳ μὲν οὐκ ἐπίστευες τῷ λόγῳ, οὐ δικαίως δʼ ἄρχεσθαι τὴν πόλιν ἐνόμιζες ὑπʼ ἐμοῦ καὶ σεαυτὸν ἐπιτηδειότερον εἶναι τὴν ἐπιμέλειαν τῶν κοινῶν παραλαβεῖν, ἐκεῖνα ποιεῖν σοι προσῆκεν· ἐξέτασιν τῶν ἐμῶν ποιησάμενον ἁμαρτημάτων καὶ τὰς σαυτοῦ πράξεις ἐξαριθμησάμενον καλεῖν με εἰς διαδικασίαν·
如果你并不信任这一论点,而是认为城邦在我的统治下是不公义的,而你自己更适合接管公共事务的管理,那么你本应当做以下这些事:对我的过失进行审查,并列举你自己的功绩,然后将我传唤到法庭上。
ὧν οὐδέτερον ἐποίησας, ἀλλὰ τοσούτοις χρόνοις ὕστερον ὥσπερ ἐκ μακρᾶς ἀνανήψας μέθης νῦν ἥκεις μου κατηγορῶν καὶ οὐδὲ νῦν, ὅπου δεῖ.
这两件事你一件也没有做,而是在过了这么长的时间之后,仿佛从漫长的醉酒中醒来一样,如今跑来指控我,而且即便在现在,也不是在合适的地方。
§4.35.3οὐ γὰρ ἐνθάδε σοι ταῦτα προσήκει λέγειν·
因为你在此处说这些话是不合适的。
καὶ μηδὲν ἀχθεσθῆτέ μοι ταῦτα λέγοντι, ὦ βουλή· οὐ γὰρ ὑμῶν ἀφαιρούμενος τὴν διάγνωσιν, ἀλλὰ τὴν τούτου συκοφαντίαν ἐπιδείξασθαι βουλόμενος ταῦτα λέγω·
元老院的诸位,请不要因我这样说而对我感到不快;我这样说并非要剥夺你们的决定权,而是希望揭露这个人的恶意诽谤。
προειπόντα δέ σʼ ἔδει μοι τὸν δῆμον εἰς ἐκκλησίαν συναγαγεῖν κἀκεῖ μου κατηγορεῖν.
你本应当在预先告知我之后,召集民众召开大会,并在那里指控我。
πλὴν ἐπεὶ σὺ τοῦτο πέφευγας, ἐγὼ περὶ σοῦ ποιήσω καὶ συγκαλέσας τὸν δῆμον παρέξομαί σοι δικαστὴν ὧν ἄν μου κατηγορήσῃς, καὶ ἀποδώσω πάλιν αὐτῷ διαγνῶναι, πότερος ἡμῶν ἐπιτηδειότερός ἐστιν ἔχειν τὴν ἀρχήν·
不过,既然你回避了这件事,我将替你来做。 我将召集民众,就你指控我的事情,将他们作为裁判官提供给你,并再次将决定权交还给他们,由他们来判定我们中谁更适合拥有这统治权。
καὶ ὅ τι ἂν ἅπαντες οὗτοι γνῶσι πράττειν με δεῖν, ποιήσω.
凡是这些人决定我应该做的事,我都会去做。
§4.35.4καὶ πρὸς μὲν σὲ ταῦθʼ ἱκανά·
对你而言,这些话已经足够了。
ἐν ἴσῳ γάρ ἐστι τό τε πολλὰ δίκαια πρὸς τοὺς ἀγνώμονας ἀντιδίκους λέγειν καὶ τὸ ὀλίγα· τὸ γὰρ πεῖσον αὐτοὺς εἶναι χρηστοὺς οὐ πεφύκασι φέρειν οἱ λόγοι.
因为对那些不通情理的对手,说许多正义的道理和说很少的道理是一样的;因为言辞本身并不能带来说服力,让他们改恶从善。

词汇与语法注释

  1. 4.35.1ἵνα ταῦτα πάντʼ ἀφῶ — 这是一个带虚拟语气的目的从句,它并不修饰主句的动词,而是用来说明说话人进行这一说话行为本身的目的(独立或插入语式的目的从句用法),可译为“为了撇开所有这些(让我说……)”。
  2. 4.35.1ἐχρῆν — 非人称动词 χρῆ 的未完成过去时,带不定式(ἀγανακτεῖν, κατηγορεῖν),表示过去本该履行但实际上未履行的义务或适当性(带有违背事实的语气)。
  3. 4.35.2ὧν — 关系代词属格 ὧν 指代前一句中提到的两项行为(ἐξέτασιν ... ποιήσασθαι“审查过失”和 καλεῖν ...“传唤到法庭”),作为部分属格修饰 οὐδέτερον(“这两者中的任何一个都不”)。
  4. 4.35.3προειπόντα δέ σʼ ἔδει μοι — 分词 προειπόντα(阳性单数宾格,“预先告知”)修饰宾格代词 σε (σ'),而后者作为非人称动词 ἔδει 的主语,构成了宾格不定式结构。与格的 μοι 作为分词 προειπόντα 的与格宾语(“预先告知我”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.35.1-4.35.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.35.1-4.35.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。