§4.36.1ὑμῶν δὲ τεθαύμακα, εἴ τινές εἰσιν, ὦ βουλή, τῆς ἀρχῆς με ἀπαλλάξαι βουλόμενοι, καὶ μετὰ τούτου συνεστηκότες ἐπʼ ἐμοί·
然而,元老院的诸位,如果你们当中竟然有人企图解除我的权力,并与此人联手反对我,那我对你们感到十分惊异。
ἡδέως δʼ ἂν πυθοίμην παρʼ αὐτῶν, τίνος ἀδικήματος ἕνεκα πολεμοῦσί μοι καὶ ἐπὶ τίνι τῶν ἐμῶν ἔργων ἀχθόμενοι·
我很想向他们打听,他们究竟是因为什么罪行而向我开战,又是对我哪项作为感到不满?
πότερον ὅτι πολλοὺς ἴσασιν ἐπὶ τῆς ἐμῆς ἀρχῆς ἀκρίτους ἀπολωλότας ἢ τῆς πατρίδος στερομένους ἢ τὰς οὐσίας ἀπολωλεκότας ἢ ἄλλῃ τινὶ συμφορᾷ κεχρημένους ἀδίκως;
是因为他们知道,在我的统治期间,有许多人未经审判就丧了命,或者被剥夺了祖国,或者失去了财产,或者遭受了其他任何不公的灾祸吗?
ἢ τούτων μὲν τῶν τυραννικῶν ἀδικημάτων οὐδὲν ἔχουσιν εἰπεῖν ὑπʼ ἐμοῦ γεγονός, ὕβρεις δέ μοί τινας συνοίδασιν εἰς γυναῖκας γαμετὰς ἢ προπηλακισμοὺς εἰς θυγατέρας παρθένους ἢ ἄλλην τινὰ περὶ σῶμα ἐλεύθερον ἀκολασίαν;
还是说,虽然他们说不出我有任何这等僭主式的罪行,但却知道我对已婚妇女有过暴行,对未婚闺女有过侮辱,或对自由民的身体有过其他放荡行为?
δικαίως μέντʼ ἄν, εἴ τί μοι τοιοῦτον ἡμάρτηται, τῆς ἀρχῆς θʼ ἅμα καὶ τῆς ψυχῆς ἀποστερηθείην.
确实,如果我犯有任何此类过错,我被剥夺统治权的同时也失去生命,那是理所当然的。
§4.36.2φέρε ἀλλʼ ὑπερήφανός εἰμι καὶ διὰ βαρύτητα ἐπαχθὴς καὶ τὴν αὐθάδειαν, ᾗ κέχρημαι περὶ τὴν ἀρχήν, οὐδεὶς φέρειν δύναταί μου;
好吧,难道是因为我傲慢自大,因冷酷而令人厌恶,且我在行使权力时所表现出的专横,已无人能够容忍?
τίς μέντοι τῶν πρὸ ἐμοῦ βασιλέων οὕτω μέτριος ὢν ἐν ἐξουσίᾳ διετέλεσε καὶ φιλάνθρωπος ἅπασι τοῖς πολίταις ὡς πατὴρ πρᾷος υἱοῖς αὐτοῦ χρώμενος;
然而,在我之前的列王中,有谁能如此克制地行使权力,并对所有公民如此仁慈,如同温柔的父亲对待自己的儿子一般?
ὅς γε καὶ τὴν ἐξουσίαν, ἣν ὑμεῖς ἐδώκατέ μοι πατέρων φυλάττοντες παραδοχάς, οὐχ ἅπασαν ἐβουλήθην ἔχειν, ἀλλὰ νόμους θʼ ὑπὲρ τῶν κυριωτάτων καταστησάμενος, οὓς ἅπαντες ἐπεκυρώσατε, κατὰ τούτους ὑμῖν ἀπέδωκα διδόναι τὰ δίκαια καὶ λαμβάνειν, καὶ αὐτὸς ἐξηταζόμην πρῶτος οἷς ὥρισα κατὰ τῶν ἄλλων δικαίοις ὥσπερ ἰδιώτης πειθόμενος· τῶν τʼ ἀδικημάτων οὐχ ἁπάντων αὐτὸς ἐγινόμην δικαστής, ἀλλὰ τὰς ἰδιωτικὰς δίκας ὑμῖν ἀπέδωκα διαγινώσκειν, ὃ τῶν ἔμπροσθεν οὐδεὶς ἐποίησε βασιλέων.
因为,即使是你们遵循先祖传统赋予我的权力,我也不愿全盘掌握,而是针对最重要的事情制定了法律,这些法律得到了你们全体的批准,我让你们根据这些法律来给予并接受正义,并且我自己最先接受审查,像个普通公民一样服从我为他人设定的法律;我也没有让自己成为所有罪行的审判官,而是把私人诉讼交由你们裁决,这是以前的国王中没有一个人做过的。
§4.36.3ἀλλʼ ἔοικεν ἀδίκημα μὲν οὐδὲν εἶναι, διʼ ὃ δυσχεραίνουσί μοί τινες, αἱ δʼ εἰς τὸ δημοτικὸν πλῆθος εὐεργεσίαι λυπεῖν ὑμᾶς δοκοῦσι, περὶ ὧν πολλάκις ἀπολελόγημαι πρὸς ὑμᾶς.
但看来,并无任何罪行使得某些人对我感到不满,反而是我对平民大众的恩惠似乎让你们感到苦恼,关于这些,我已经多次向你们申辩过了。
ἀλλʼ οὐδὲν δεῖ τούτων νυνὶ τῶν λόγων·
不过,现在根本不需要说这些话。
εἰ δὲ δοκεῖ κρεῖττον ἐπιμελήσεσθαι τῶν κοινῶν Ταρκύνιος οὑτοσὶ τὰ πράγματα παραλαβών, οὐ φθονῶ τῇ πόλει βελτίονος ἡγεμόνος·
如果大家认为,这里的塔尔昆纽斯接管政权后,能更好地管理公共事务,我并不会嫉妒城邦拥有一个更好的领袖。
ἀποδοὺς δὲ τὴν ἀρχὴν τῷ δεδωκότι μοι δήμῳ καὶ γενόμενος ἰδιώτης πειράσομαι ποιῆσαι πᾶσι φανερόν, ὅτι καὶ ἄρχειν ἐπίσταμαι καλῶς καὶ ἄρχεσθαι δύναμαι σωφρόνως.
在把权力归还给赋予我权力的民众、并成为一名普通公民之后,我将努力向所有人证明,我既懂得如何很好地统治,也能够克己地接受统治。