§4.33.1παυσαμένου δʼ αὐτοῦ παραλαβὼν τὸν λόγον ὁ Τύλλιος ἔλεξεν ὧδε· ἅπαντα μέν, ὡς ἔοικεν, ἄνθρωπον ὄντα δεῖ προσδοκᾶν, ὦ βουλή, καὶ μηδὲν ἡγεῖσθαι ἄπιστον, ὅπου γε κἀμὲ Ταρκύνιος οὑτοσὶ τῆς ἀρχῆς παῦσαι πρόθυμός ἐστιν·
当他停下来时,图利乌斯接过话头,如此说道:“元老院的诸位啊,看来作为一个凡人,必须预料到一切,不可认为有什么是不可信的,因为甚至这个塔昆也渴望免去我的统治。
ὃν ἐγὼ νήπιον παραλαβὼν καὶ ἐπιβουλευόμενον ὑπὸ τῶν ἐχθρῶν ἔσωσα καὶ ἐξέθρεψα καὶ εἰς ἄνδρας ἐλθόντα κηδεστὴν ἠξίωσα λαβεῖν, καὶ εἴ τι πάθοιμι διάδοχον ἔμελλον καταλείψειν ἁπάντων τῶν ἐμῶν.
我曾在他尚是婴儿、被敌人谋害时救了他并抚养他,在他成年时认为他配得上做我的女婿,并且如果我遭遇什么不测,本打算让他继承我的一切产业。
ἐπειδὴ δὲ παρὰ γνώμην ἅπαντʼ ἀπήντηκέ μοι καὶ ὥσπερ ἀδικῶν αὐτὸς ἐγκαλοῦμαι, τὴν μὲν τύχην ὕστερον ἀνακλαύσομαι, §4.33.2τὰ δὲ δίκαια νῦν πρὸς αὐτὸν ἐρῶ.
然而,既然一切都违背了我的意愿,我自己反而像个作恶者一样被控告,我将在以后痛哭我的命运,但现在我要对他说明正道。
ἐγὼ τὴν μὲν ἐπιτροπείαν ὑμῶν ἔλαβον, ὦ Ταρκύνιε, νηπίων καταλειφθέντων οὐχ ἑκών, ἀλλʼ ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς·
塔昆啊,在你们被作为孤儿留下时,我承担起对你们的监护,并非出于自愿,而是被局势所迫。
ἐπειδὴ τὸν μὲν πάππον ὑμῶν οἱ τῆς βασιλείας ἀντιποιούμενοι φανερῶς ἀπέκτειναν, ὑμῖν δὲ καὶ τοῖς ἄλλοις αὐτοῦ συγγενέσιν ἐπιβουλεύειν ἐλέγοντο ἀφανῶς·
因为那些觊觎王位的人公然杀害了你们的祖父,据说他们还在暗中密谋加害你们和他的其他亲属。
καὶ πάντες τοῦθʼ οἱ προσήκοντες ὑμῖν ὡμολόγουν, ὅτι κρατήσαντες ἐκεῖνοι τῆς ἀρχῆς οὐδὲ σπέρμα τοῦ Ταρκυνιείου καταλείψουσι γένους.
你们所有的亲属都承认这一点,即如果那些人夺取了政权,他们甚至不会留下塔昆家族的一丝血脉。
κηδεμὼν δὲ καὶ φύλαξ οὐδεὶς ὑμῶν ἕτερος ἦν, ὅτι μὴ γυνή, πατρὸς μήτηρ, καὶ αὐτὴ διὰ γῆρας ἑτέρων δεομένη κηδεμόνων·
而你们没有别的监护人和保护者,除了一位女性,即你们父亲的母亲,而她自己也因年迈而需要别人的监护。
ἀλλʼ ἐν ἐμοὶ κατελείπεσθε μόνῳ φύλακι τῆς ἐρημίας, ὃν νῦν ἀλλότριον καὶ οὐδὲν προσήκοντα ἀποκαλεῖς.
相反,你们被留给了我这唯一的保护者,在这孤立无援的境地中,而你现在却把我唤作外人和毫无关系的人。
§4.33.3τοιούτοις μέντοι πράγμασιν ἐπιστὰς ἐγὼ τούς τʼ ἀποκτείναντας τὸν πάππον ὑμῶν ἐτιμωρησάμην καὶ ὑμᾶς εἰς ἄνδρας ἤγαγον καὶ γενεᾶς ἄρρενος οὐχ ὑπαρχούσης τῶν ἐμαυτοῦ κυρίους προειλόμην ποιῆσαι.
然而,面对这样的局面,我惩罚了杀害你们祖父的凶手,将你们抚养成人,并且在没有我自己的男性子嗣的情况下,选择让你们成为我产业的主人。
ἔχεις τὸν τῆς ἐπιτροπῆς λόγον, ὦ Ταρκύνιε, καὶ οὐκ ἂν ἐπιχειρήσειας εἰπεῖν, ὡς ψεύδομαί τι τούτων.
这就是关于监护的交代,塔昆,你绝不敢试图说我在这其中有任何虚假。 ”