§4.3.1ἃ δὲ πρὸ τοῦ βασιλεῦσαι διεπράξατο λόγου ἄξια, ἐξ ὧν Ταρκύνιός τʼ αὐτὸν ἠγάσθη καὶ ὁ Ῥωμαίων δῆμος τῆς μετὰ βασιλέα τιμῆς ἠξίου, τοιάδε.
他在登基之前所做的值得称道的事迹——因这些事迹,塔尔昆乌斯器重他,罗马人民也认为他配得上仅次于国王的荣誉——如下。
ἀντίπαις μὲν ὢν ἔτι τῇ πρώτῃ στρατείᾳ, ἣν ἐπὶ Τυρρηνοὺς Ταρκύνιος ἐστράτευσεν, ἐν τοῖς ἱππεῦσι τεταγμένος οὕτως ἔδοξεν ἀγωνίσασθαι καλῶς, ὥστε περιβόητος εὐθὺ γενέσθαι καὶ τἀριστεῖα πρῶτος ἁπάντων λαβεῖν·
在塔尔昆乌斯针对伊特鲁里亚人进行的第一次远征中,他虽仍是个刚脱离童年的孩子,但被编入骑兵后,其表现被认为极其英勇,以至于立刻声名鹊起,并在所有人中第一个获得了最高战功奖。
ἔπειθʼ ἑτέρας γενομένης ἐπὶ τὸ αὐτὸ ἔθνος στρατείας καὶ μάχης καρτερᾶς περὶ πόλιν Ἤρητον ἀνδρειότατος ἁπάντων φανεὶς στεφάνοις αὖθις ἀριστείοις ὑπὸ τοῦ βασιλέως ἐκοσμεῖτο.
随后,在针对同一民族进行的另一次远征以及在埃雷图姆城附近进行的一场惨烈战斗中,他表现得最为勇敢,再次被国王授予战功花冠。
§4.3.2ἔτη δὲ γεγονὼς εἴκοσι μάλιστα τῆς συμμαχικῆς στρατηγὸς ἀπεδείχθη δυνάμεως, ἣν Λατῖνοι ἔπεμψαν, καὶ συγκατεκτήσατο βασιλεῖ Ταρκυνίῳ τὴν τῶν Τυρρηνῶν ἀρχήν·
在大约二十岁时,他被任命为拉丁人派遣的盟军的统帅,并协助塔尔昆乌斯国王征服了伊特鲁里亚人的领土。
ἔν τε τῷ πρὸς Σαβίνους πολέμῳ τῷ πρώτῳ συστάντι τῶν ἱππέων ἀποδειχθεὶς ἡγεμὼν ἐτρέψατο τοὺς τῶν πολεμίων ἱππεῖς καὶ μέχρι πόλεως Ἀντέμνης ἐλάσας τἀριστεῖα καὶ ἐκ ταύτης τῆς μάχης ἔλαβεν·
在与萨宾人爆发的第一场战争中,他被任命为骑兵指挥官,击溃了敌人的骑兵,并一路追击至安特姆奈城,从而在这次战斗中也获得了最高战功奖。
ἑτέρας τε πολλὰς πρὸς τὸ αὐτὸ ἔθνος ἀγωνισάμενος μάχας τοτὲ μὲν ἱππέων ἡγούμενος, τοτὲ δὲ πεζῶν ἐν ἁπάσαις ἐφάνη ψυχὴν ἄριστος καὶ πρῶτος ἐστεφανοῦτο τῶν ἄλλων.
他还与该民族进行过许多其他战斗,时而指挥骑兵,时而指挥步兵,在所有这些战斗中,他都展现出最卓越的勇气,并比其他人更早获得授冠。
§4.3.3καὶ ἐπειδὴ παρέστη Ῥωμαίοις εἰς ὑπόταξίν τε καὶ παράδοσιν τῶν πόλεων τὸ ἔθνος, αἰτιώτατος εἶναι δόξας Ταρκυνίῳ καὶ ταύτης τῆς δυναστείας τοῖς ἐπινικίοις στεφάνοις ἀνεδεῖτο ὑπʼ αὐτοῦ.
当该民族向罗马人臣服并交出城市时,他被塔尔昆乌斯认为是获得这一统治权的最大功臣,因而被国王授予胜利花冠。
ἦν δὲ καὶ φρονῆσαι τὰ πολιτικὰ συνετώτατος καὶ λόγῳ τὰ βουλευθέντα ἐξενεγκεῖν οὐδενὸς χείρων ἁπάσαις θʼ ἁρμόσαι ταῖς τύχαις καὶ παντὶ συνεξομοιωθῆναι προσώπῳ δυνατώτατος.
他在考量政治事务方面也极其敏锐,在口头表达已决议的事项方面不亚于任何人,并且极善于适应各种境遇,能完美地融入任何角色。
§4.3.4καὶ διὰ ταῦτα Ῥωμαῖοι μὲν αὐτὸν ἐκ τοῦ δήμου μεταγαγεῖν ἠξίωσαν εἰς τοὺς πατρικίους ψῆφον ἐπενέγκαντες, ὥσπερ Ταρκύνιόν τε πρότερον καὶ ἔτι πρὸ τούτου Νόμαν Πομπίλιον·
因此,罗马人通过投票,决定将他从平民提升为贵族,就像之前对待塔尔昆乌斯,以及更早对待努马·庞皮里乌斯那样。
ὁ δὲ βασιλεὺς κηδεστὴν ἐποιήσατο τὴν ἑτέραν τῶν θυγατέρων ἐγγυήσας, καὶ πάνθʼ ὅσα διὰ νόσους ἢ διὰ γῆρας ἀδύνατος ἦν ἐπιτελεῖν, διʼ ἑαυτοῦ τούτῳ πράττειν ἐπέσκηπτεν, οὐ μόνον τὸν ἴδιον οἶκον ἐπιτρέπων, ἀλλὰ καὶ τὰ κοινὰ τῆς πόλεως διοικεῖν ἀξιῶν.
国王也通过将自己的一个女儿许配给他而使他成为自己的女婿,并嘱托他替自己履行因疾病或年老而无法完成的一切职责,不仅把自己的家务托付给他,还认为他配得上管理城邦的公共事务。
ἐν οἷς ἅπασιν ἐξητάσθη πιστὸς καὶ δίκαιος, καὶ οὐδὲν ᾤοντο διαφέρειν οἱ δημόται Ταρκύνιον ἐπιμελεῖσθαι τῶν κοινῶν ἢ Τύλλιον· οὕτως ἐξεθεραπεύθησαν ὑπʼ αὐτοῦ ταῖς εὐεργεσίαις.
在所有这些事务中,他都被证实是忠诚而公正的,市民们认为,由塔尔昆乌斯还是图利乌斯来管理公共事务,没有任何区别;他们被他的恩惠如此彻底地征服了。