§4.25.1ὁ δὲ Τύλλιος οὐκ ἐν τούτοις μόνον τοῖς πολιτεύμασι δημοτικὸς ὢν ἐδήλωσεν, ἐν οἷς ἐδόκει τήν τε τῆς βουλῆς ἐξουσίαν καὶ τὴν τῶν πατρικίων δυναστείαν ἐλαττοῦν, ἀλλὰ καὶ ἐν οἷς τὴν βασιλικὴν ἀρχὴν ἐμείωσεν αὐτὸς ἑαυτοῦ τὴν ἡμίσειαν τῆς ἐξουσίας ἀφελόμενος.
图利乌斯不仅在那些看似削减元老院权力和贵族统治的政治措施中表现出亲平民的立场,而且在那些他削减王权、剥夺了自己一半权力的措施中也表现了这一点。
§4.25.2τῶν γὰρ πρὸ αὐτοῦ βασιλέων ἁπάσας ἀξιούντων ἐφʼ ἑαυτοὺς ἄγειν τὰς δίκας καὶ πάντα τὰ ἐγκλήματα τά τʼ ἴδια καὶ τὰ κοινὰ πρὸς τὸν ἑαυτῶν τρόπον δικαζόντων ἐκεῖνος διελὼν ἀπὸ τῶν ἰδιωτικῶν τὰ δημόσια, τῶν μὲν εἰς τὸ κοινὸν φερόντων ἀδικημάτων αὐτὸς ἐποιεῖτο τὰς διαγνώσεις, τῶν δʼ ἰδιωτικῶν ἰδιώτας ἔταξεν εἶναι δικαστάς, ὅρους καὶ §4.25.3κανόνας αὐτοῖς τάξας, οὕς αὐτὸς ἔγραψε νόμους.
因为在他之前的国王们都认为应当由自己审理所有的诉讼,并按照自己的意愿判决所有私人和公共的控告,而他则将公共诉讼与私人诉讼分开,对于危害国家的犯罪由他自己进行审判,而对于私人诉讼,则指定私人担任法官,并为他们规定了界限和规范,这些规范就是他自己撰写的法律。
ἐπεὶ δʼ αὐτῷ τὰ ἐν τῇ πόλει πράγματα τὸν κράτιστον εἰλήφει κόσμον, εἰς ἐπιθυμίαν ἦλθεν ἐπιφανές τι διαπραξάμενος αἰώνιον ἑαυτοῦ μνήμην τοῖς ἐπιγινομένοις καταλιπεῖν.
当城邦内的事务对我来说已经获得了极好的秩序时,他产生了一种渴望,想要做出一件显赫的事业,以便给后世留下关于自己的永久纪念。
ἐφιστὰς δὲ τὴν διάνοιαν ἐπὶ τὰ τῶν ἀρχαίων βασιλέων τε καὶ πολιτικῶν ἀνδρῶν μνημεῖα, ἐξ ὧν εἰς ὀνόματα καὶ δόξας προῆλθον, οὔτε τοῦ Βαβυλωνίου τείχους ἐμακάρισε τὴν Ἀσσυρίαν ἐκείνην γυναῖκα οὔτε τῶν ἐν Μέμφει πυραμίδων τοὺς Αἰγύπτου βασιλεῖς οὔτʼ εἴ τις ἄλλη πλούτου καὶ πολυχειρίας ἐπίδειξις ἦν ἀνδρὸς ἡγεμόνος, ἀλλὰ ταῦτα πάντα μικρὰ καὶ ὀλιγοχρόνια καὶ οὐκ ἄξια σπουδῆς ἡγησάμενος ὄψεώς τʼ ἀπάτας, οὐκ ἀληθεῖς βίου καὶ πραγμάτων ὠφελείας, ἐξ ὧν μακαρισμοὶ τοῖς κατασκευασαμένοις ἠκολούθουν μόνον, ἐπαίνου δὲ καὶ ζήλου ἄξια τὰ τῆς γνώμης ἔργα ὑπολαβών, ἧς πλεῖστοί τʼ ἀπολαύουσι καὶ ἐπὶ μήκιστον χρόνον καρποῦνται τὰς ὠφελείας, πάντων μάλιστα τῶν τοιούτων ἔργων τὴν Ἀμφικτύονος τοῦ Ἕλληνος ἐπίνοιαν ἠγάσθη, ὃς ἀσθενὲς ὁρῶν καὶ ῥᾴδιον ὑπὸ τῶν περιοικούντων βαρβάρων ἐξαναλωθῆναι τὸ Ἑλληνικὸν γένος, εἰς τὴν ἐπʼ ἐκείνου κληθεῖσαν Ἀμφικτυονικὴν σύνοδον καὶ πανήγυριν αὐτὸ συνήγαγε, νόμους καταστησάμενος ἔξω τῶν ἰδίων, ὧν ἑκάστη πόλις εἶχε, τοὺς κοινοὺς ἅπασιν, οὓς καλοῦσιν Ἀμφικτυονικούς, ἐξ ὧν φίλοι μὲν ὄντες ἀλλήλοις διετέλουν καὶ τὸ συγγενὲς φυλάττοντες μᾶλλον ἔργοις ἢ λόγοις, λυπηροὶ δὲ τοῖς βαρβάροις καὶ φοβεροί.
当他将注意力转向古代国王和政治家们的纪念碑——他们正是通过这些获得了名声和荣耀——时,他既不因为巴比伦的城墙而赞美那位亚述妇女,也不因为孟菲斯的金字塔而赞美埃及的国王们,或者任何其他统治者展示财富和动用大量人力的行为。 相反,他认为所有这些都是微不足道、短暂且不值得重视的,只是视觉上的欺骗,而不是对生活和事务的真正益处——从这些事情中,仅仅给建造者带来了称赞——他认为心灵的著作才值得赞美和效仿,因为大多数人都能从中受益,并能在最长的时间里享受其带来的好处。 在所有这类成就中,他尤其赞赏希腊人阿姆菲克堤翁的构想。 阿姆菲克堤翁看到希腊民族十分软弱,极易被周围的野蛮人消灭,于是将他们召集到以他的名字命名的阿姆菲克堤翁同盟会议和节日盛会中,在每个城邦已有的私法之外,制定了对所有人共同的法律,即人们所称的阿姆菲克堤翁法。 通过这些法律,他们保持了彼此的友好,用行动而非言语更好地维护了同族关系,并且对野蛮人构成了麻烦和恐惧。
§4.25.4παρʼ οὗ τὸ παράδειγμα λαβόντες Ἴωνές θʼ οἱ μεταθέμενοι τὴν οἴκησιν ἐκ τῆς Εὐρώπης εἰς τὰ παραθαλάττια τῆς Καρίας καὶ Δωριεῖς οἱ περὶ τοὺς αὐτοὺς τόπους τὰς πόλεις ἱδρυσάμενοι ἱερὰ κατεσκεύασαν ἀπὸ κοινῶν ἀναλωμάτων· Ἴωνες μὲν ἐν Ἐφέσῳ τὸ τῆς Ἀρτέμιδος, Δωριεῖς δʼ ἐπὶ Τριοπίῳ τὸ τοῦ Ἀπόλλωνος·
伊奥尼亚人(他们将住处从欧洲迁往卡里亚的沿海地区)和多利安人(他们在同一地区建立了城市)效仿他的先例,用共同的开支建造了神殿:伊奥尼亚人在埃斐索斯建造了阿耳忒弥斯神殿,多利安人则在特里奥皮翁建造了阿波罗神殿。
ἔνθα συνιόντες γυναιξὶν ὁμοῦ καὶ τέκνοις κατὰ τοὺς ἀποδειχθέντας χρόνους συνέθυόν τε καὶ συνεπανηγύριζον καὶ ἀγῶνας ἐπετέλουν ἱππικοὺς καὶ γυμνικοὺς καὶ τῶν περὶ μουσικὴν ἀκουσμάτων καὶ τοὺς θεοὺς ἀναθήμασι κοινοῖς ἐδωροῦντο.
在指定的时期,他们连同妻子和孩子们聚集在那里,共同献祭,共同庆祝节日,举行赛马、体育竞技和音乐比赛,并用共同的献纳物向神灵献礼。
§4.25.5θεωρήσαντες δὲ καὶ πανηγυρίσαντες καὶ τὰς ἄλλας φιλοφροσύνας παρʼ ἀλλήλων ἀναλαβόντες, εἴ τι πρόσκρουσμα πόλει πρὸς πόλιν ἐγεγόνει, δικασταὶ καθεζόμενοι διῄτων καὶ περὶ τοῦ πρὸς τοὺς βαρβάρους πολέμου καὶ περὶ τῆς πρὸς ἀλλήλους ὁμοφροσύνης κοινὰς ἐποιοῦντο βουλάς.
在观看了表演、庆祝了节日,并彼此接受了其它的款待之后,如果城邦与城邦之间发生了什么冲突,他们就作为法官坐下来进行调停,并就对野蛮人的战争以及彼此之间的和睦进行共同协商。
§4.25.6ταῦτα δὴ καὶ τὰ ὅμοια τούτοις παραδείγματα λαβὼν προθυμίαν ἔσχε καὶ αὐτὸς ἁπάσας τὰς μετεχούσας πόλεις τοῦ Λατίνων γένους συστῆσαι καὶ συναγαγεῖν, ἵνα μὴ στασιάζουσαι καὶ πολεμοῦσαι πρὸς ἀλλήλας ὑπὸ τῶν προσοικούντων βαρβάρων τὴν ἐλευθερίαν ἀφαιρεθῶσι.
正是采用了这些以及类似的先例,他自己也产生了一种热望,想要将属于拉丁民族的所有城市组织和联合起来,以免它们因内讧和互相开战,而被周围的野蛮人夺走自由。