Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.26.1-4.26.6

阿文提诺山圣所的建立与拉丁同盟青铜碑

第 270 段,共 962 段 · 希腊语

内容简介

塞尔维乌斯·图利乌斯召集拉丁各城邦的领袖,说服他们在罗马的阿文提诺山建立共同的圣所,并留下了一块用古希腊文字刻写同盟条款的青铜碑。

§4.26.1γνοὺς δὲ ταῦτα τοὺς κρατίστους ἄνδρας ἐξ ἑκάστης πόλεως συνεκάλει περὶ μεγάλων καὶ κοινῶν φήσας πραγμάτων συμβούλους αὐτοὺς συγκαλεῖν.
理解了这些之后,他召集了各城邦最有力的人物,声称是由于重大且共同的事务而召集他们作为谋士。
ἐπεὶ δὲ συνῆλθον, συναγαγὼν τήν τε Ῥωμαίων βουλὴν καὶ τοὺς ἀπὸ τῶν πόλεων ἥκοντας λόγον διεξῆλθε παρακλητικὸν ὁμονοίας, διδάσκων ὡς καλὸν μὲν χρῆμα πολλαὶ πόλεις μιᾷ γνώμῃ χρώμεναι, αἰσχρὰ δʼ ὄψις συγγενῶν ἀλλήλαις διαφερομένων· αἴτιόν τʼ ἰσχύος μὲν ταῖς ἀσθενέσιν ἀποφαίνων ὁμοφροσύνην, ταπεινότητος δὲ καὶ ἀσθενείας καὶ ταῖς πάνυ ἰσχυραῖς ἀλληλοφθορίαν.
当他们聚集在一起时,他召集了罗马元老院和来自各城邦的代表,发表了劝导和睦的演讲,阐明许多城邦共享同一种意志是一件美妙的事,而同族之间互相对立则是丑陋的景象;他指出,和睦是弱小城邦力量的源泉,而互相残杀即使对极强大的城邦来说,也是屈辱和虚弱的根源。
§4.26.2ταῦτα διεξελθὼν ἐδίδασκεν αὐτούς, ὡς χρὴ Λατίνους μὲν τῶν προσοίκων ἄρχειν καὶ τὰ δίκαια τάττειν Ἕλληνας ὄντας βαρβάροις· Ῥωμαίους δὲ τὴν ἁπάντων Λατίνων ἔχειν προστασίαν μεγέθει τε πόλεως προὔχοντας καὶ πραγμάτων ὄγκῳ καὶ τῇ προνοίᾳ τοῦ δαιμονίου κρείττονι κεχρημένους ἐκείνων, διʼ ἣν εἰς τοσαύτην ἐπιφάνειαν προῆλθον.
详细阐述了这些之后,他教导他们说,拉丁人既然是希腊人,就应当统治周围的野蛮人并为他们规定正义;而罗马人应当拥有所有拉丁人的领导权,因为罗马人在城邦规模和国家实力上都胜过他们,并且享有着神明更优越的庇护,正是借助于此,罗马人才能达到如此显赫的地位。
§4.26.3τοιαῦτα διεξελθὼν συνεβούλευεν αὐτοῖς ἱερὸν ἄσυλον ἀπὸ κοινῶν ἀναλωμάτων ἐν Ῥώμῃ κατασκευάσασθαι, ἐν ᾧ θύσουσί θʼ αἱ πόλεις συνερχόμεναι καθʼ ἕκαστον ἐνιαυτὸν ἰδίας τε καὶ κοινὰς θυσίας καὶ πανηγύρεις ἄξουσιν, ἐν οἷς ἂν ὁρίσωσι χρόνοις, καί, εἴ τι γένοιτο πρόσκρουσμα αὐταῖς πρὸς ἀλλήλας, ἐκ τῶν ἱερῶν τοῦτο διαλύσονται, ταῖς ἄλλαις πόλεσιν ἐπιτρέψασαι τὰ ἐγκλήματα διαγνῶναι.
在详细阐述了这些事情之后,他建议他们用共同的开支在罗马建造一座具有神圣庇护所性质的庙宇,在其中,各城邦每年聚集在一起,举行个人和共同的献祭,并在他们指定的时期举行节日盛会;而且,如果它们之间发生了什么冲突,就以该圣所为基础来解决这一冲突,将控诉委托给其他城邦来进行判决。
§4.26.4διεξιὼν ταῦτα τε καὶ ὅσα ἄλλα ἕξουσιν ἀγαθὰ βουλευτήριον ἐγκαταστησάμενοι πάντας ἔπεισε τοὺς ἐν τῷ συνεδρίῳ παρόντας· καὶ μετὰ τοῦτο κατεσκεύασεν ἐξ ὧν ἅπασαι συνήνεγκαν αἱ πόλεις χρημάτων τὸν τῆς Ἀρτέμιδος νεών, τὸν ἐπὶ τοῦ μεγίστου τῶν ἐν τῇ Ῥώμῃ λόφων ἱδρυμένον Αὐεντίνου· καὶ τοὺς νόμους συνέγραψε ταῖς πόλεσι πρὸς ἀλλήλας καὶ τἆλλα τὰ περὶ τὴν ἑορτὴν καὶ πανήγυριν, ὃν ἐπιτελεσθήσεται τρόπον, ἔταξεν.
通过详细讲述这些以及通过建立评议会他们还将获得的其他诸多益处,他劝服了会议中在场的所有人;在此之后,他利用所有城邦共同出资的资金,建造了阿耳忒弥斯神庙,该神庙坐落于罗马诸山丘中最高的一座——阿文提诺山之上;他还为各城邦之间起草了法律,并规定了关于节日和盛会应以何种方式举行的其他事务。
§4.26.5ἵνα δὲ μηδεὶς χρόνος αὐτοὺς ἀφανίσῃ, στήλην κατασκευάσας χαλκῆν ἔγραψεν ἐν ταύτῃ τά τε δόξαντα τοῖς συνέδροις καὶ τὰς μετεχούσας τῆς συνόδου πόλεις.
为了不让任何时间抹去这些记忆,他制作了一块青铜碑,在上面刻下了代表们所决议的事项以及参与同盟的城邦。
αὕτη διέμεινεν ἡ στήλη μέχρι τῆς ἐμῆς ἡλικίας ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ κειμένη γραμμάτων ἔχουσα χαρακτῆρας, οἷς τὸ παλαιὸν ἡ Ἑλλὰς ἐχρῆτο.
这块青铜碑一直保存到我的时代,放置在阿耳忒弥斯神庙中,上面带有希腊古时使用的字形。
ὃ καὶ αὐτὸ ποιήσαιτʼ ἄν τις οὐ μικρὸν τεκμήριον τοῦ μὴ βαρβάρους εἶναι τοὺς οἰκίσαντας τὴν Ῥώμην. οὐ γὰρ ἂν Ἑλληνικοῖς ἐχρῶντο γράμμασιν ὄντες βάρβαροι.
这件事本身也可以被人们看作是证明罗马创建者并非野蛮人的一个不小的证据;因为如果是野蛮人,他们就不会使用希腊文字。
§4.26.6πολιτικαὶ μὲν δὴ πράξεις τοῦ βασιλέως τούτου σὺν ἄλλαις πολλαῖς ἐλάττοσί τε καὶ ἀμαυροτέραις αἱ μέγισται καὶ λαμπρόταται αὗται μνημονεύονται, πολεμικαὶ δʼ αἱ πρὸς ἓν τὸ Τυρρηνῶν ἔθνος γενόμεναι, περὶ ὧν μέλλω νῦν διεξιέναι.
这位国王的政治功绩,除了许多其他较小且较不显著的功绩之外,这几件被记作是最大且最辉煌的;而他的军事功绩则是针对伊特鲁里亚这单一民族进行的,关于这些,我接下来将进行详细叙述。

词汇与语法注释

  1. 704φήσας ... συγκαλεῖν — 由分词 φήσας 引导的间接引语不定式结构。συμβούλους 是不定式 συγκαλεῖν(召集)的直接宾语 αὐτούς 的宾语补足语(谓词性宾格),意为“声称召集他们作为谋士”。
  2. p.v.2p.48Ἕλληνας ὄντας — 该分词与非人称动词 χρή 控制的不定式 ἄρχειν(统治)和 τάττειν(规定)的逻辑主语 Λατίνους(宾格、复数、阳性)在格、数、性上保持一致,在此表示因果关系,意为“由于拉丁人是希腊人”。
  3. p.v.2p.49ὃ καὶ αὐτὸ ποιήσαιτʼ ἄν τις — 关系代名词 ὃ 指代前句中提到的事实(神庙中存有古希腊文字石碑),并作为 ποιέω(在此处带双宾格,意为“视……为……”)的直接宾语。结合潜在希求法 ποιήσαιτʼ ἄν,意为“人们可以将此视为……的证据”,其中 τεκμήριον 作为宾语补足语。
  4. p.v.2p.49οὐ γὰρ ἂν ... ἐχρῶντο ... ὄντες βάρβαροι — 虚拟语气(违背事实的条件句)。分词 ὄντες 相当于条件从句(“如果他们是野蛮人”,相当于 εἰ ἦσαν βάρβαροι),与主句中带 ἄν 的未完成过去直陈式 ἂν ἐχρῶντο 结合,表示与事实相反的假设。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.26.1-4.26.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.26.1-4.26.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。