Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.23.1-4.23.7

图利乌斯就释放奴隶说服贵族

第 267 段,共 962 段 · 希腊语

内容简介

图利乌斯国王召集民众大会,说服反对释放奴隶的贵族。他通过论证人类本质上的平等、命运的不确定性、城邦为增强军事力量而对人口的需要,以及富裕阶层个人将获得的政治利益,最终成功使贵族们同意将这一习惯确立为法律。

§4.23.1ἀχθομένων δὲ τῶν πατρικίων ἐπὶ τῷ πράγματι καὶ δυσανασχετούντων συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν Πρῶτον μὲν θαυμάζειν, ἔφη, τῶν ἀγανακτούντων, εἰ τῇ φύσει τὸ ἐλεύθερον οἴονται τοῦ δούλου διαφέρειν, ἀλλʼ οὐ τῇ τύχῃ· ἔπειτʼ εἰ μὴ τοῖς ἤθεσι καὶ τοῖς τρόποις ἐξετάζουσι τοὺς ἀξίους τῶν καλῶν, ἀλλὰ ταῖς συντυχίαις, ὁρῶντες ὡς ἀστάθμητόν ἐστι πρᾶγμα εὐτυχία καὶ ἀγχίστροφον, καὶ οὐδενὶ ῥᾴδιον εἰπεῖν οὐδὲ τῶν πάνυ μακαρίων μέχρι τίνος αὐτῷ
由于贵族们对此事感到愤怒和无法容忍,图利乌斯召集民众开会,他说道:第一,他对那些愤怒的人感到惊讶,如果他们认为自由人与奴隶的区别在于自然本性,而非在于运气;第二,如果他们不以品行和作风,而是以遭遇来评判配得上荣誉的人,明明看到幸运是一件多么不稳定和容易逆转的事情,而且对于任何一个极度幸福的人来说,要说出这幸运会陪伴自己到什么时候也是不容易的。
§4.23.2παρέσται χρόνου. ἠξίου τʼ αὐτοὺς σκοπεῖν, ὅσαι μὲν ἤδη πόλεις ἐκ δουλείας μετέβαλον εἰς ἐλευθερίαν βάρβαροί τε καὶ Ἑλληνίδες, ὅσαι δʼ εἰς δουλείαν ἐξ ἐλευθερίας·
他要求他们考虑,已有多少个城市,无论是野蛮人的还是希腊人的,从奴役转为了自由,又有多少从自由转为了奴役。
εὐήθειάν τε πολλὴν αὐτῶν κατεγίνωσκεν, εἰ τῆς ἐλευθερίας τοῖς ἀξίοις τῶν θεραπόντων μεταδιδόντες, τῆς πολιτείας φθονοῦσι·
他指责他们极其愚蠢,如果他们将自由分享给那些配得上它的奴仆,却又吝啬于给他们公民权。
συνεβούλευέ τʼ αὐτοῖς, εἰ μὲν πονηροὺς νομίζουσι, μὴ ποιεῖν ἐλευθέρους, εἰ §4.23.3δὲ χρηστούς, μὴ περιορᾶν ὄντας ἀλλοτρίους·
他建议他们,如果认为他们是恶人,就不要给他们自由;如果认为他们是好人,就不要放任他们成为外人。
ἄτοπόν τε πρᾶγμα ποιεῖν αὐτοὺς ἔφη καὶ ἀμαθὲς ἅπασι τοῖς ξένοις ἐπιτρέποντας τῆς πόλεως μετέχειν καὶ μὴ διακρίνοντας αὐτῶν τὰς τύχας μηδʼ εἴ τινες ἐκ δούλων ἐγένοντο ἐλεύθεροι πολυπραγμονοῦντας, τοὺς δὲ παρὰ σφίσι δεδουλευκότας ἀναξίους ἡγεῖσθαι ταύτης τῆς χάριτος·
他说,他们做了一件奇怪且无知的事情:一方面允许所有外邦人分享城邦的权利,既不区分他们的遭遇,也不去追查其中是否有人曾是奴隶而变成自由人;另一方面却将那些在他们自己身边服侍过的奴隶视为不配获得这种恩惠的人。
φρονήσει τε διαφέρειν οἰομένους τῶν ἄλλων οὐδὲ τὰ ἐν ποσὶ καὶ κοινότατα ὁρᾶν ἔφασκεν, ἃ καὶ τοῖς φαυλοτάτοις εἶναι πρόδηλα, ὅτι τοῖς μὲν δεσπόταις πολλὴ φροντὶς ἔσται τοῦ μὴ προχείρως τινὰς ἐλευθεροῦν, ὡς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν οἷς ἔτυχε δωρησομένοις· τοῖς δὲ δούλοις ἔτι μείζων ὑπάρξει προθυμία χρηστοῖς εἶναι περὶ τοὺς δεσπότας, ἐὰν μάθωσιν, ὅτι τῆς ἐλευθερίας ἄξιοι κριθέντες εὐδαίμονος εὐθέως καὶ μεγάλης ἔσονται πολῖται πόλεως, καὶ ταῦθʼ ἕξουσιν ἀμφότερα παρὰ τῶν δεσποτῶν τἀγαθά.
他还说,他们自以为在智慧上优于他人,却连眼前的、最显而易见的事情都看不到,而这些即使对最卑微的人来说也是显而易见的:对主人来说,他们将会非常用心地不去轻易释放任何人,以免将人类中最大的福祉赏赐给随随便便的人;而对奴隶来说,如果他们得知,一旦被判定配得上自由,就会立刻成为一个幸福而伟大城邦的公民,并从主人那里同时获得这两样好处,他们就会更有热望对主人表现出忠诚。
§4.23.4τελευτῶν δὲ τὸν περὶ τοῦ συμφέροντος εἰσηγήσατο λόγον τοὺς μὲν ἐπισταμένους ὑπομιμνήσκων, τοὺς δʼ ἀγνοοῦντας διδάσκων, ὅτι πόλει δυναστείας ἐφιεμένῃ καὶ μεγάλων πραγμάτων ἑαυτὴν ἀξιούσῃ οὐδενὸς οὕτω δεῖ πράγματος ὡς πολυανθρωπίας, ἵνα διαρκέσῃ πρὸς πάντας τοὺς πολέμους οἰκείοις ὅπλοις χρωμένη, καὶ μὴ ξενικοῖς στρατεύμασι καταμισθοφοροῦσα συνεξαναλωθῇ τοῖς χρήμασι·
最后,他提出了关于利益的论据,提醒那些知晓的人,并教导那些无知的人:对于一个渴望统治、自认为配得上伟业的城邦而言,没有什么比人口兴旺更为必要的了,这样它才能通过使用自己的武装来支撑起所有的战争,而不是通过向外国军队支付军饷而在资金上与之一同耗尽。
καὶ διὰ τοῦτʼ ἔφη τοὺς προτέρους βασιλεῖς ἅπασι μεταδεδωκέναι τῆς πολιτείας τοῖς ξένοις.
他说,正因如此,先前的国王们才把公民权分享给所有的外邦人。
§4.23.5εἰ δὲ καὶ τοῦτον καταστήσονται τὸν νόμον, πολλὴν αὐτοῖς ἔλεγεν ἐκ τῶν ἐλευθερουμένων ἐπιτραφήσεσθαι νεότητα καὶ οὐδέποτε ἀπορήσειν τὴν πόλιν οἰκείων ὅπλων, ἀλλʼ ἕξειν δυνάμεις αἰεὶ διαρκεῖς, κἂν πρὸς πάντας ἀνθρώπους ἀναγκασθῇ πολεμεῖν.
他还说,如果他们也确立了这项法律,将会有一大批青年从被释放的人中为他们培养起来,城邦将永远不会缺乏自己的武装,而是将始终拥有足够的军事力量,即使它被迫与全人类为敌。
§4.23.6χωρὶς δὲ τοῦ κοινῇ χρησίμου καὶ ἰδίᾳ πολλὰ ὠφελήσεσθαι τοὺς εὐπορωτάτους Ῥωμαίων, ἐὰν τοὺς ἀπελευθέρους ἐῶσι τῆς πολιτείας μετέχειν, ἐν ἐκκλησίαις τε καὶ ψηφοφορίαις καὶ ταῖς ἄλλαις πολιτικαῖς χρείαις τὰς χάριτας, ἐν οἷς μάλιστα δέονται πράγμασι, κομιζομένους καὶ τοὺς ἐκ τῶν ἀπελευθέρων γινομένους πελάτας τοῖς ἐγγόνοις τοῖς ἑαυτῶν καταλείποντας.
除了对公共利益的帮助外,如果他们允许解放奴隶分享公民权,最富裕的罗马人个人也将获得极大的益处,他们将在民众大会、投票和其他政治需要中,在他们最需要支持的事情上收获这些恩惠,并将由解放奴隶所生的庇护民留给自己的后代。
§4.23.7τοιαῦτα λέγοντος αὐτοῦ συνεχώρησαν οἱ πατρίκιοι τὸ ἔθος εἰς τὴν πόλιν παρελθεῖν, καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ὡς ἕν τι τῶν ἱερῶν καὶ ἀκινήτων νομίμων διατελεῖ τοῦτʼ ἐν τῇ πόλει φυλαττόμενον.
在他说完这些话后,贵族们同意将这一习惯引入城邦,直至我们的时代,这在城邦中一直作为神圣且不可动摇的法则之一而被守护着。

词汇与语法注释

  1. §4.23.1θαυμάζειν... τῶν ἀγανακτούντων — 不定词 θαυμάζειν 是在依赖于主句动词 ἔφη 的间接引语中。作为表示情感和惊异的动词,它支配属格 τῶν ἀγανακτούντων(“那些愤怒的人”),而随后的 εἰ 从句作为条件从句,表达了他感到惊讶的原因。
  2. §4.23.1ὁρῶντες ὡς ἀστάθμητόν ἐστι πρᾶγμα εὐτυχία — 分词 ὁρῶντες(主格复数现在时主动语态)与前述动词 οἴονται 和 ἐξετάζουσι 的暗含主语(愤怒的贵族们)一致。在此语境下,最好解释为让步意义(“虽然他们看到……”)。
  3. §4.23.3ὡς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν οἷς ἔτυχε δωρησομένοις — ὡς 与将来时分词 δωρησομένοις(与格复数,与 τοῖς δεσπόταις 一致)的结合,表示主人主观上的意图或原因(“因为他们将要施予……”)。关系代词短语 οἷς ἔτυχε 起到“任何碰巧遇到的人”或“随便什么人”的作用。
  4. §4.23.6κομιζομένους... καταλείποντας — 这两个宾格分词与 τοὺς εὐπορωτάτους Ῥωμαίων(“最富有的罗马人”)一致,而后者是不定式 ὠφελήσεσθαι 在“宾格加不定式”结构中的主语宾格,以此解释了他们个人将如何受益的情况或方式。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.23.1-4.23.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.23.1-4.23.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。