Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.22.1-4.22.4

人口普查后的净化仪式与释放奴隶的权利

第 266 段,共 962 段 · 希腊语

内容简介

国王塞维乌斯·图利乌斯在完成人口普查(统计得八万四千七百人)后,在战神广场举行了净化仪式(Lustrum),并向被释放的奴隶开放平等公民权,将其编入城市四个部落中。

§4.22.1τότε δʼ οὖν ὁ Τύλλιος ἐπειδὴ διέταξε τὸ περὶ τὰς τιμήσεις, κελεύσας τοὺς πολίτας ἅπαντας συνελθεῖν εἰς τὸ μέγιστον τῶν πρὸ τῆς πόλεως πεδίων ἔχοντας τὰ ὅπλα καὶ τάξας τούς θʼ ἱππεῖς κατὰ τέλη καὶ τοὺς πεζοὺς ἐν φάλαγγι καὶ τοὺς ἐσταλμένους τὸν ψιλικὸν ὁπλισμὸν ἐν τοῖς ἰδίοις ἑκάστους λόχοις καθαρμὸν αὐτῶν ἐποιήσατο ταύρῳ καὶ κριῷ καὶ τράγῳ.
于是,当时图利乌斯在安排好财产估价的事宜后,命令全体公民携带武器,集会于城前最大的平原上,并将骑兵按队排开,步兵排成方阵,而那些配备轻装武器的人则各自安置在自己的百人队中,用公牛、公羊和公山羊为他们举行了净化仪式。
τὰ δʼ ἱερεῖα ταῦτα τρὶς περιαχθῆναι περὶ τὸ στρατόπεδον κελεύσας ἔθυσε τῷ κατέχοντι τὸ πεδίον Ἄρει.
他下令将这些祭牲绕营地运行三圈,然后献祭给掌管该平原的阿瑞斯。
§4.22.2τοῦτον τὸν καθαρμὸν ἕως τῶν κατʼ ἐμὲ χρόνων Ῥωμαῖοι καθαίρονται μετὰ τὴν συντέλειαν τῶν τιμήσεων ὑπὸ τῶν ἐχόντων τὴν ἱερωτάτην ἀρχὴν Λοῦστρον ὀνομάζοντες.
直至我的时代,罗马人仍在财产估价结束后,由持有最神圣官职的人主持这一净化仪式,称之为“路斯特鲁姆”。
ἐγένετο δʼ ὁ σύμπας τῶν τιμησαμένων τοὺς βίους Ῥωμαίων ἀριθμός, ὡς ἐν τοῖς τιμητικοῖς φέρεται γράμμασιν, ἐπὶ μυριάσιν ὀκτὼ χιλιάδες πέντε τριακοσίων ἀποδέουσαι.
根据监察官档案的记载,申报了财产的罗马人总数,为八万加上差三百到五千的数(即八万四千七百人)。
§4.22.3ἐποιήσατο δὲ καὶ τῆς αὐξήσεως τοῦ πολιτικοῦ συντάγματος οὐ μικρὰν πρόνοιαν οὗτος ὁ βασιλεὺς πρᾶγμα συνιδών, ὃ παρέλιπον ἅπαντες οἱ πρὸ αὐτοῦ βασιλεῖς.
这位国王对于公民组织规模的扩大,也予以了不小的远见和关照,因为他注意到了一件在他之前的历任国王都忽略了的事情。
ἐκεῖνοι μὲν γὰρ τοὺς ξένους ὑποδεχόμενοι καὶ μεταδιδόντες τῆς ἰσοπολιτείας φύσιν τʼ ἢ τύχην αὐτῶν οὐδεμίαν ἀπαξιοῦντες, εἰς πολυανθρωπίαν προήγαγον τὴν πόλιν. §4.22.4ὁ δὲ Τύλλιος καὶ τοῖς ἐλευθερουμένοις τῶν θεραπόντων, ἐὰν μὴ θέλωσιν εἰς τὰς ἑαυτῶν πόλεις ἀπιέναι, μετέχειν τῆς ἰσοπολιτείας ἐπέτρεψε.
那些国王们通过接纳外邦人并赋予他们平等的公民权,而不贬低他们的出身或命运,使城邦达到了人口兴旺;但图利乌斯甚至允许那些被释放的奴隶,如果他们不想回到自己的城邦,也可以分享平等的公民权。
κελεύσας γὰρ ἅμα τοῖς ἄλλοις ἅπασιν ἐλευθέροις καὶ τούτους τιμήσασθαι τὰς οὐσίας, εἰς φυλὰς κατέταξεν αὐτοὺς τὰς κατὰ πόλιν τέτταρας ὑπαρχούσας, ἐν αἷς καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ταττόμενον διατελεῖ τὸ ἐξελευθερικὸν φῦλον, ὅσον ἂν ᾖ· καὶ πάντων ἀπέδωκε τῶν κοινῶν αὐτοῖς μετέχειν, ὧν τοῖς ἄλλοις δημοτικοῖς.
因为他命令他们与所有其他自由民一同申报财产,并将他们分配到现有的四个城市部落中,直至我们的时代,无论解放奴隶的阶层数量有多少,都一直被编入这些部落之中;并且他允许他们分享其他平民所享有的一切公共权利。

词汇与语法注释

  1. §4.22.1καθαρμὸν αὐτῶν ἐποιήσατο — 使用中动语态动词 ποιέομαι 搭配名词 καθαρμός 作为类似同族宾语的迂回表达,意为“为他们举行了净化仪式”。属格代词 αὐτῶν 指代前文列出的全体公民与兵士(τοὺς πολίτας ἅπαντας, τούς θʼ ἱππεῖς, τοὺς πεζούς)。
  2. §4.22.2τοῦτον τὸν καθαρμὸν ... καθαίρονται — 动词 καθαίρονται(中动或被动语态,意为“净化自身”)带有 τοῦτον τὸν καθαρμὸν 作为内宾格或同族宾格,从而表达“他们举行这一净化仪式”的主动含义。
  3. §4.22.2ἐπὶ μυριάσιν ὀκτὼ χιλιάδες πέντε τριακοσίων ἀποδέουσαι — 数量表达。在“八万”(ἐπὶ μυριάσιν ὀκτὼ)的基础上,加上“差三百到五千”(χιλιάδες πέντε τριακοσίων ἀποδέουσαι,即四千七百),总计为 84,700。阴性复数主格分词 ἀποδέουσαι 与 χιλιάδες 一致,并支配表示缺少数量的属格 τριακοσίων。
  4. §4.22.4ταττόμενον διατελεῖ τὸ ἐξελευθερικὸν φῦλον — 动词 διατελέω 带有补充性分词的结构。被动分词 ταττόμενον(中性单数主格)在性、数、格上与主语 τὸ ἐξελευθερικὸν φῦλον(解放奴隶阶层)一致,作为动词 διατελεῖ 的补足语,表示“持续被编入”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.22.1-4.22.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.22.1-4.22.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。