Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.21.1-4.21.3

百人队会议的权力分配与后世演变

第 265 段,共 962 段 · 希腊语

内容简介

本段描述了塞尔维乌斯·图利乌斯所创立的百人队会议制度的隐蔽机制(该制度在实质上将权力集中于富人而安抚了穷人),并论述了该制度的长期稳定性以及在作者时代所发生的民主化演变。

§4.21.1τοῦτο τὸ πολίτευμα καταστησάμενος καὶ πλεονέκτημα τοῖς πλουσίοις τηλικοῦτο δοὺς ἔλαθε τὸν δῆμον, ὥσπερ ἔφην, καταστρατηγήσας καὶ τοὺς πένητας ἀπελάσας τῶν κοινῶν.
以此方式确立了这一国政,并将如此重大的特权赋予富人之后,正如我所说,他在未被民众察觉的情况下,通过策略压倒了民众,并将穷人排除在公务之外。
ὑπελάμβανον μὲν γὰρ ἅπαντες ἴσον ἔχειν τῆς πολιτείας μέρος κατʼ ἄνδρα διερωτώμενοι τὰς γνώμας ἐν τοῖς ἰδίοις ἕκαστοι λόχοις, ἐξηπατῶντο δὲ τῷ μίαν εἶναι ψῆφον ὅλου τοῦ λόχου τοῦ τʼ ὀλίγους ἔχοντος ἐν αὑτῷ πολίτας καὶ τοῦ πάνυ πολλούς· καὶ τῷ πρώτους ἐπιφέρειν ψῆφον τοὺς τὸ μέγιστον ἔχοντας τίμημα λόχους, πλείους μὲν ὄντας τῶν ὑπολειπομένων, ἐλάττονα δʼ ἀριθμὸν ἀνθρώπων ἔχοντας· μάλιστα δὲ τῷ τοὺς ἀπόρους μίαν ψῆφον ἔχειν πολλοὺς ὄντας καὶ τελευταίους καλεῖσθαι.
因为所有的人都以为自己在国政中拥有平等的一份,因为他们在各自的百人队中被逐一征询意见;但他们却被欺骗了,因为整个百人队只有一票,无论那百人队自身只包含少数公民,还是包含极多公民;而且还因为那些拥有最高财产估值的百人队(这些百人队在数量上虽多于其余的百人队,但所包含的人数却较少)首先投票;尤其是由于穷人人数虽多,却只有一票,并且被最后召集。
§4.21.2γενομένου δὲ τούτου τοῖς μὲν πλουσίοις τοῖς πολλὰ δαπανωμένοις καὶ μηδεμίαν ἀνάπαυσιν τῶν πολεμικῶν κινδύνων λαμβάνουσιν ἧττον ἐσῄει βαρύνεσθαι κυρίοις τε γεγονόσι τῶν μεγίστων καὶ πᾶν τὸ κράτος ἀφῃρημένοις τῶν μὴ ταὐτὰ ποιούντων· τοῖς δὲ πένησι τοῖς πολλοστὴν ἔχουσι τῶν πολιτικῶν μοῖραν εὐλογίστως καὶ πρᾴως φέρειν τὴν ἐν τούτοις ἐλάττωσιν, ἀφειμένοις τῶν εἰσφορῶν καὶ τῶν στρατειῶν· τῇ δὲ πόλει τοὺς αὐτοὺς ἔχειν τοὺς βουλευσομένους θʼ ὑπὲρ αὐτῆς ἃ δεῖ, καὶ τοὺς τῶν κινδύνων πλεῖστον τῶν ἄλλων μεταλαχόντας καὶ πράξοντας ὅσα δεῖ.
这一制度确立之后,对于承担巨额开支且在战争的危险中得不到任何喘息的富人而言,较少产生不满之感,因为他们已成为最重大事务的主宰,并剥夺了不承担同等义务者的一切权力;而对于在国政中仅占极微小份额的穷人而言,则能理性且温和地承受在这些事务上的权益削减,因为他们免于税赋和兵役;对城邦而言,结果则是审议国家所需事务的人,与承担最多危险并执行必要任务的人,乃是同一批人。
§4.21.3οὗτος ὁ κόσμος τοῦ πολιτεύματος ἐπὶ πολλὰς διέμεινε γενεὰς φυλαττόμενος ὑπὸ Ῥωμαίων· ἐν δὲ τοῖς καθʼ ἡμᾶς κεκίνηται χρόνοις καὶ μεταβέβληκεν εἰς τὸ δημοτικώτερον, ἀνάγκαις τισὶ βιασθεὶς ἰσχυραῖς, οὐ τῶν λόχων καταλυθέντων, ἀλλὰ τῆς κλήσεως αὐτῶν οὐκέτι τὴν ἀρχαίαν ἀκρίβειαν φυλαττούσης, ὡς ἔγνων ταῖς ἀρχαιρεσίαις αὐτῶν πολλάκις παρών.
这种宪政秩序由罗马人守护,延续了许多代;但在我们的时代,由于某些强大的迫切需求,它已被动摇并转向更加民主的方向,这并非因为百人队被废除,而是因为它们的召集不再保持古代那种严密性,正如我多次亲临他们的官员选举所观察到的那样。
ἀλλʼ ὑπὲρ μὲν τούτων οὐχ ὁ παρὼν καιρὸς ἁρμόττων τοῖς λόγοις.
但关于这些,现在的时机并不适合论述。

词汇与语法注释

  1. 4.21.1ἔλαθε τὸν δῆμον ... καταστρατηγήσας — 动词 λανθάνω 连用分词(此处为 καταστρατηγήσας 和 ἀπελάσας)的句式,意为“他在未被民众察觉的情况下,以策略压倒他们并予以排除”。主语为塞尔维乌斯·图利乌斯。
  2. 4.21.1τῷ μίαν εἶναι ψῆφον — 带与格冠词 τῷ 的名词性不定式结构,表示被动动词 ἐξηπατῶντο(“他们被欺骗”)的方式或原因。这一结构与后文的 τῷ πρώτους ἐπιφέρειν 和 τῷ τοὺς ἀπόρους ... ἔχειν 并列,列举了民众受骗的三个原因。
  3. 4.21.2ἧττον ἐσῄει βαρύνεσθαι — εἰσέρχομαι 作无人称使用的句式(意为“进入某人脑海”或“产生某种念头”)。与格 τοῖς μὲν πλουσίοις(“对于富人”)作间接宾语,不定式 βαρύνεσθαι(“感到不满”)为其实际主语,意为“产生不满之感的情况较少”。在下一句 τοῖς δὲ πένησι ... φέρειν 中,省略了相同的动词,其支配着不定式 φέρειν。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.21.1-4.21.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.21.1-4.21.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。