Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.1.1-4.1.3

塞尔维乌斯·图利乌斯的即位与其身世

第 245 段,共 962 段 · 希腊语

内容简介

塔尔昆乌斯国王去世后,图利乌斯成为继承人,作者开始叙述他的出身和事迹。文中描述了高贵的俘虏妇女奥克里西亚生下根据其奴隶境遇命名的塞尔维乌斯的经过。

§4.1.1βασιλεὺς μὲν δὴ Ταρκύνιος οὐ μικρῶν οὐδʼ ὀλίγων Ῥωμαίοις ἀγαθῶν αἴτιος γενόμενος, ὀκτὼ καὶ τριάκοντα ἔτη τὴν ἀρχὴν κατασχὼν οὕτω τελευτᾷ υἱωνούς τε δύο καταλιπὼν νηπίσυς καὶ δύο θυγατέρας ἀνδράσιν ἤδη συνοικούσας.
塔尔昆乌斯国王给罗马人带来了不少且不小的益处,在统治了三十八年之后,就这样去世了,留下了两个年幼的孙子和两个已经出嫁的女儿。
διάδοχος δὲ τῆς ἡγεμονίας ὁ γαμβρὸς αὐτοῦ γίνεται Τύλλιος ἐνιαυτῷ τετάρτῳ τῆς πεντηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Ἐπιτελίδης Λάκων ἄρχοντος Ἀθήνησιν Ἀρχεστρατίδου·
他的王权继承人是他的女婿图利乌斯,这发生在第五十届奥林匹亚周期的第四年,拉科尼亚人埃皮特利德斯赢得了短跑比赛,而阿特内阿斯由阿耳刻斯特拉提德斯担任执政官。
περὶ οὗ καιρὸς ἤδη λέγειν, ἃ κατʼ ἀρχὰς παρελίπομεν, ἐξ ὧν τε γονέων ἔφυ καὶ τίνας ἀπεδείξατο πράξεις ἰδιώτης ὢν ἔτι καὶ πρὶν ἐπὶ τὴν δυναστείαν παρελθεῖν.
关于他,现在已经是谈论我们在开始时省略的事情的时候了,即他生于什么样的父母,以及他在还是普通公民、尚未取得统治权之前,表现出了什么样的作为。
§4.1.2τὰ μὲν οὖν περὶ τοῦ γένους αὐτοῦ λεγόμενα, οἷς μάλιστʼ ἔγωγε συγκατατίθεμαι, τοιαῦτʼ ἐστίν.
关于他的出身,人们所说的话中我最赞同的是这样的。
ἐν Κορνικόλῳ πόλει τοῦ Λατίνων ἔθνους ἀνήρ τις ἐκ τοῦ βασιλείου γένους Τύλλιος ὄνομα γυναικὶ συνῆν Ὀκρισίᾳ καλλίστῃ τε καὶ σωφρονεστάτῃ τῶν ἐν Κορνικόλῳ γυναικῶν.
在拉丁人部族的科尔尼库鲁姆城,有一个属于王室血统的名叫图利乌斯的男子,与科尔尼库鲁姆妇女中最为美丽和贞洁的奥克里西亚共同生活。
αὐτὸς μὲν οὖν ὁ Τύλλιος, ὅθʼ ἡ πόλις ὑπὸ Ῥωμαίων κατελαμβάνετο, μαχόμενος ἀποθνήσκει, τὴν δʼ Ὀκρισίαν ἐγκύμονα οὖσαν ἐξαίρετον ἐκ τῶν λαφύρων λαμβάνει Ταρκύνιος ὁ βασιλεὺς καὶ δίδωσι δωρεὰν τῇ ἑαυτοῦ γυναικί.
图利乌斯本人在该城被罗马人攻占时战死,而塔尔昆乌斯国王将怀有身孕的奥克里西亚作为战利品中的特选部分带走,送给了自己的妻子。
μαθοῦσα δʼ ἐκείνη πάντα τὰ περὶ τὴν ἄνθρωπον οὐ πολλοῖς χρόνοις ὕστερον ἐλευθέραν αὐτὴν ἀφίησι καὶ πασῶν μάλιστα γυναικῶν ἀσπαζομένη τε καὶ τιμῶσα διετέλεσεν.
后者在了解了关于这名女子的一切后,没过多久便释放了她,使其重获自由,并继续最深地爱护和尊重她,在所有妇女中尤甚。
§4.1.3ἐκ ταύτης γίνεται τῆς Ὀκρισίας ἔτι δουλευούσης παιδίον, ᾧ τίθεται τραφέντι ἡ μήτηρ τὸ μὲν ἴδιόν τε καὶ συγγενικὸν ὄνομα Τύλλιον ἐπὶ τοῦ πατρός, τὸ δὲ κοινὸν καὶ προσηγορικὸν Σερούιον ἐπὶ τῆς ἰδίας τύχης, ὅτι δουλεύουσα ἔτεκεν αὐτόν.
在这个依然处于奴隶身份的奥克里西亚身上生下了一个男童,当他被抚养大时,母亲根据父亲的名字给他取了个人和家族的名字“图利乌斯”,并根据她自己的命运取了通用的称呼名字“塞尔维乌斯”,因为她是在当奴隶时生下他的。
εἴη δʼ ἂν ὁ Σερούιος εἰς τὴν Ἑλληνικὴν διάλεκτον μεταβιβαζόμενος Δούλιος.
如果将“塞尔维乌斯”翻译成希腊语,那就是“杜利奥斯”。

词汇与语法注释

  1. p.v.2p.2περὶ οὗ καιρὸς ἤδη λέγειν, ἃ κατʼ ἀρχὰς παρελίπομεν, ἐξ ὧν τε γονέων ἔφυ — 非人称名词 `καιρός` + 不定式(`λέγειν`)的句型。`περὶ οὗ`(关于他)修饰 `λέγειν`,该不定式同时带有一个作直接宾语的关系代词从句 `ἃ κατʼ ἀρχὰς παρελίπομεν`(我们在开始时省略的事情)和间接疑问句 `ἐξ ὧν... ἔφυ`(他生于什么样的父母)并列。
  2. 4.1.2ἀσπαζομένη τε καὶ τιμῶσα διετέλεσεν — 动词 `διατελέω`(继续)接现在分词(`ἀσπαζομένη`, `τιμῶσα`)的惯用句型,表示动作的持续(她继续爱护和尊重)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.1.1-4.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.1.1-4.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。