Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §4.15.1-4.15.6

乡村区划帕吉的设立与帕加纳利亚节及普查

第 259 段,共 962 段 · 希腊语

内容简介

讨论了特里乌斯国王对乡村区域(帕吉)的设立、为统计乡村人口而创建的帕加纳利亚节,以及为管理城市和乡村的人口及财产而实施的各种登记制度(人口普查)。

§4.15.1διεῖλε δὲ καὶ τὴν χώραν ἅπασαν, ὡς μὲν Φάβιός φησιν, εἰς μοίρας ἕξ τε καὶ εἴκοσιν, ἃς καὶ αὐτὰς καλεῖ φυλὰς καὶ τὰς ἀστικὰς προστιθεὶς αὐταῖς τέτταρας· ὡς δὲ Οὐεννώνιος ἱστόρηκεν, εἰς μίαν τε καὶ τριάκοντα, ὥστε σὺν ταῖς κατὰ πόλιν οὔσαις ἐκπεπληρῶσθαι τὰς ἔτι καὶ εἰς ἡμᾶς ὑπαρχούσας τριάκοντα καὶ πέντε φυλάς·
他也把整个国土,正如法比乌斯所说,划分为二十六个区,他自己也称这些区为部落,并将四个城市部落加于其上;但正如温诺尼乌斯所记,他划分为三十一个区,从而与城市中的部落相加,完成了直到我们时代仍然存在的三十五个部落。
Κάτων μέντοι τούτων ἀμφοτέρων ἀξιοπιστότερος ὢν τριάκοντα φυλὰς ἐπὶ Τυλλίου τὰς πάσας γενέσθαι λέγει καὶ οὐ χωρίζει τῶν μοιρῶν τὸν ἀριθμόν.
然而,卡托比这两者都更值得信赖,他说在特里乌斯统治下总共只有三十个部落,并且没有区分这些区的数目。
§4.15.2διελὼν δʼ οὖν ὁ Τύλλιος εἰς ὁπόσας δήποτε μοίρας τὴν γῆν κατὰ τοὺς ὀρεινοὺς καὶ πολὺ τὸ ἀσφαλὲς τοῖς γεωργοῖς παρέχειν δυνησομένοῦς ὄχθους κρησφύγετα κατεσκεύασεν, Ἑλληνικοῖς ὀνόμασιν αὐτὰ καλῶν Πάγους, ἔνθα συνέφευγον ἐκ τῶν ἀγρῶν ἅπαντες, ὁπότε γένοιτο πολεμίων ἔφοδος, καὶ τὰ πολλὰ §4.15.3διενυκτέρευον ἐνταῦθα.
总之,特里乌斯将土地划分为若干个区,并在多山且能给农夫提供极大安全保障的山丘旁建造了避难所,用希腊名字称它们为“帕吉”,每当敌人入侵时,所有人都会从田野里逃到那里,而且大部分时间都在那里过夜。
ἄρχοντες δὲ καὶ τούτων ἦσαν, οἷς ἐπιμελὲς ἐγίνετο τά τʼ ὀνόματα τῶν γεωργῶν εἰδέναι τῶν συντελούντων εἰς τὸν αὐτὸν πάγον, καὶ τὰς κτήσεις, ἐν αἷς ὁ βίος αὐτῶν ἦν· καὶ ὁπότε χρεία γένοιτο ἐπὶ τὰ ὅπλα τοὺς χωρίτας καλεῖν ἢ χρημάτων εἰσφορὰς κατʼ ἄνδρα ἐκλέγειν, οὗτοι τά τε σώματα συνῆγον καὶ τὰ χρήματα εἰσέπραττον.
这些地方也有领导者,他们的职责是了解向同一个帕格斯纳税的农夫的名字,以及作为他们生计来源的财产;每当需要召集乡村居民武装起来,或者按人头征收税款时,这些人就会集结人员并征收资金。
ἵνα δὲ καὶ τούτων ἡ πληθὺς μὴ δυσεύρετος, ἀλλʼ εὐλόγιστος ᾖ καὶ φανερά, βωμοὺς ἐκέλευσεν αὐτοῖς ἱδρύσασθαι θεῶν ἐπισκόπων τε καὶ φυλάκων τοῦ πάγου, οὓς ἔταξε θυσίαις κοιναῖς γεραίρειν καθʼ ἕκαστον ἐνιαυτὸν ἅμα συνερχομένους, ἑορτήν τινα καὶ ταύτην ἐν τοῖς πάνυ τιμίαν καταστησάμενος, τὰ καλούμενα Παγανάλια· καὶ νόμους ὑπὲρ τῶν ἱερῶν τούτων, οὓς ἔτι διὰ φυλακῆς ἔχουσι Ῥωμαῖοι, συνέγραψεν.
为了使这些人口不至于难以统计,而是易于计算且一目了然,他命令他们为帕格斯的监察和守护神明建立祭坛,并规定他们每年聚集在一起,用共同的祭祀来尊崇这些神明,从而确立了这也是一个极受尊敬的节日,即所谓的“帕加纳利亚”节;他还撰写了关于这些祭祀的法律,罗马人至今仍在遵守这些法律。
§4.15.4εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν σύνοδον ἅπαντας ἐκέλευσε τοὺς ὁμοπάγους κατὰ κεφαλὴν ὡρισμένον νόμισμά τι συνεισφέρειν, ἕτερον μέν τι τοὺς ἄνδρας, ἕτερον δέ τι τὰς γυναῖκας, ἄλλο δέ τι τοὺς ἀνήβους.
为了这次祭祀和集会,他命令所有同一个帕格斯的居民按人头捐献一定数额的硬币,男人捐献一种,女人捐献另一种,未成年人则捐献另外一种。
ἐξ οὗ συναριθμηθέντος ὑπὸ τῶν ἐφεστηκότων τοῖς ἱεροῖς φανερὸς ὁ τῶν ἀνθρώπων ἀριθμὸς ἐγίνετο κατὰ γένη τε καὶ καθʼ ἡλίκίας.
通过管理祭祀的人对此进行统计,人们的数量便按性别和年龄清晰地呈现出来。
§4.15.5ὡς δὲ Πείσων Λεύκιος ἐν τῇ πρώτῃ τῶν ἐνιαυσίων ἀναγραφῶν ἱστορεῖ, βουλόμενος καὶ τῶν ἐν ἄστει διατριβόντων τὸ πλῆθος εἰδέναι, τῶν τε γεννωμένων καὶ τῶν ἀπογινομένων καὶ τῶν εἰς ἄνδρας ἐγγραφομένων, ἔταξεν ὅσον ἔδει νόμισμα καταφέρειν ὑπὲρ ἑκάστου τοὺς προσήκοντας, εἰς μὲν τὸν τῆς Εἰλειθυίας θησαυρόν, ἣν Ῥωμαῖοι καλοῦσιν Ἥραν φωσφόρον, ὑπὲρ τῶν γεννωμένων· εἰς δὲ τὸν τῆς Ἀφροδίτης τῆς ἐν ἄλσει καθιδρυμένης, ἣν προσαγορεύουσι Λιβιτίνην, ὑπὲρ τῶν ἀπογινομένων· εἰς δὲ τὸν τῆς Νεότητος, ὑπὲρ τῶν εἰς ἄνδρας ἀρχομένων συντελεῖν· ἐξ ὧν ἤμελλε διαγνώσεσθαι καθʼ ἕκαστον ἐνιαυτόν, ὅσοι τε οἱ σύμπαντες ἦσαν καὶ τίνες ἐξ αὐτῶν τὴν στρατεύσιμον ἡλικίαν εἶχον.
正如路奇乌斯·皮索在《编年史》第一卷中所记载的,他希望也知道在城里居住的人口数量,包括出生者、死亡者以及登记成年者,他规定亲属应当为每个人向相应的金库缴纳一定数额的硬币:对于出生者,向埃勒堤亚的金库缴纳,罗马人称她为“带来光明的赫拉”;对于死亡者,向圣林中设立的阿芙罗狄忒金库缴纳,他们称她为利比蒂娜;对于开始登记为成年人的人,向青春女神的金库缴纳;通过这些,每年都可以查明所有人有多少,以及其中哪些人达到了服兵役的年龄。
§4.15.6ταῦτα καταστησάμενος ἐκέλευσεν ἅπαντας Ῥωμαίους ἀπογράφεσθαί τε καὶ τιμᾶσθαι τὰς οὐσίας πρὸς ἀργύριον ὀμόσαντας τὸν νόμιμον ὅρκον, ἦ μὲν τἀληθῆ καὶ ἀπὸ παντὸς τοῦ βελτίστου τετιμῆσθαι, πατέρων τε ὧν εἰσι γράφοντας καὶ ἡλικίαν ἣν ἔχουσι δηλοῦντας γυναῖκάς τε καὶ παῖδας ὀνομάζοντας καὶ ἐν τίνι κατοικοῦσιν ἕκαστοι τῆς πόλεως φυλῇ ἢ πάγῳ τῆς χώρας προστιθέντας· τῷ δὲ μὴ τιμησαμένῳ τιμωρίαν ὥρισε τῆς τʼ οὐσίας στέρεσθαι καὶ αὐτὸν μαστιγωθέντα πραθῆναι· καὶ μέχρι πολλοῦ διέμεινε παρὰ Ῥωμαίοις οὗτος ὁ νόμος.
在确立了这些之后,他命令所有罗马人在宣誓法定誓言后进行登记并对其财产进行货币估值,发誓他们确实是真实且尽其最大善意进行估值的,并写下他们是谁的儿子,表明他们所处的年龄,点名他们的妻子和孩子,并附上他们每人居住在城市的哪个部落或乡村的哪个帕格斯;对于不进行估值的人,他规定了剥夺其财产、将其鞭打并卖为奴隶的惩罚;而这条法律在罗马人中维持了很长时间。

词汇与语法注释

  1. 674καὶ οὐ χωρίζει τῶν μοιρῶν τὸν ἀριθμόν — “并且没有区分这些区的数目”。这表明卡托没有分别列出或指定城市和乡村区域(或部族)的具体数目,而只是说总共有三十个。此处 χωρίζει 意为省略城市与乡村的划分。
  2. 4.15.2καὰ τοὺς ὀρεινοὺς καὶ πολὺ τὸ ἀσφαλὲς τοῖς γεωργοῖς παρέχειν δυνησομένους ὄχθους — 受前置词 κατά 支配的宾格名词 ὄχθους(山丘)并列地受到由 καί 连接的两个修饰语修饰:即形容词 ὀρεινούς 和分词短语 “πολὺ τὸ ἀσφαλὲς ... δυνησομένους”。在分词短语内部,τὸ ἀσφαλές 是不定式 παρέχειν 的直接宾语,而作副词性修饰的 πολύ 则对其起修饰作用,意为“充足的安全”。
  3. p.v.2p.30ὑπὲρ τῶν εἰς ἄνδρας ἀρχομένων συντελεῖν — “对于开始在成年男子中履行义务(登记)的人”。动词 συντελεῖν 原意为“纳税”或“履行公民共同义务”,在此处指作为承担成年人义务的主体而登记。分词 ἀρχομένων(开始……的人的)支配 συντελεῖν 作为补充不定式,而介词短语 εἰς ἄνδρας(进入成年男子)指示其达到的身份状态。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §4.15.1-4.15.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:4.15.1-4.15.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。