§4.17.1ἀφελὼν δὲ πάλιν ἐκ τῶν ὑπολειπομένων τοὺς ἐλάττω πεντακισχιλίων δραχμῶν ἔχοντας οὐσίαν ἄχρι πέντε καὶ εἴκοσι μνῶν, τετάρτην ἐποίησε μοῖραν.
他再從剩餘的人中,將財產在五千德拉克馬以下至二十五米納的人劃分出來,作為第四個階層。
διέταξε δὲ καὶ τούτους εἰς εἴκοσι λόχους, καὶ δέκα μὲν ἐποίησε τῶν ἐν ἀκμῇ, δέκα δὲ τῶν ὑπερηλίκων κατὰ ταὐτὰ τοῖς προτέροις.
他也將這些人編入二十个百人队,並和之前一樣,將其中十个編為壯年人的部隊,十个編為老年人的部隊。
ὅπλα δὲ φέρειν ἔταξεν αὐτοὺς θυρεοὺς καὶ ξίφη καὶ δόρατα καὶ στάσιν ἔχειν ἐν τοῖς ἀγῶσι τὴν ὑστάτην.
他命令他們裝備長盾、劍和矛,並在戰鬥中處於最後一排的位置。
§4.17.2τὴν δὲ πέμπτην μοῖραν, οἷς ἐντὸς εἴκοσι καὶ πέντε μνῶν ἄχρι δώδεκα καὶ ἡμίσους μνῶν ὁ βίος ἦν, εἰς τριάκοντα συνέταξε λόχους.
第五個階層则是那些財産在二十五米纳以下至十二又二分之一米纳的人,他將其編為三十个百人队。
διῄρηντο δὲ καὶ οὗτοι καθʼ ἡλικίαν· πεντεκαίδεκα μὲν γὰρ ἐξ αὐτῶν λόχοι τοὺς πρεσβυτέρους εἶχον, πεντεκαίδεκα δὲ τοὺς νεωτέρους.
這些人也按年齡進行了劃分:其中十五个百人队由年長者組成,十五个由年輕人組成。
τούτους ἔταξε σαυνία καὶ §4.17.3σφενδόνας ἔχοντας ἔξω τάξεως συστρατεύεσθαι.
他命令他們手持投槍和投石器,在戰列之外協同作戰。
τέτταρας δὲ λόχους οὐδὲν ἔχοντας ὅπλον ἀκολουθεῖν ἐκέλευσε τοῖς ἐνόπλοις· ἦσαν δὲ τῶν τεττάρων τούτων δύο μὲν ὁπλοποιῶν τε καὶ τεκτόνων καὶ τῶν ἄλλων τῶν κατασκευαζόντων τὰ εἰς τὸν πόλεμον εὔχρηστα· δύο δὲ σαλπιστῶν τε καὶ βυκανιστῶν καὶ τῶν ἄλλοις τισὶν ὀργάνοις ἐπισημαινόντων τὰ παρακλητικὰ τοῦ πολέμου.
他又命令不帶任何武器的四個百人隊跟隨武裝士兵;在這四個百人隊中,有兩個是由武器工匠、木匠以及其他製造戰争實用器物的人組成;另外兩個則由小號手、大號手以及用其他儀器發出戰爭動員信號的人組成。
προσέκειντο δʼ οἱ μὲν χειροτέχναι τοῖς τὸ δεύτερον ἔχουσι τίμημα διῃρημένοι καθʼ ἡλικίαν, ὁ μὲν τοῖς πρεσβυτέροις, ὁ δὲ τοῖς νεωτέροις ἀκολουθῶν §4.17.4λόχος.
手工業者們被分配給擁有第二階層財產估值的人,並按年齡進行劃分,一個百人隊跟隨年長者,另一個則跟隨年輕人的百人隊。
οἱ δὲ σαλπισταί τε καὶ οἱ βυκανισταὶ τῇ τετάρτῃ συνετάττοντο μοίρᾳ.
而小號手和大號手則被編入第四个階層。
ἦν δὲ καὶ τούτων εἷς μὲν τῶν πρεσβυτέρων λόχος, εἷς δὲ τῶν νεωτέρων· λοχαγοὶ δʼ ἐξ ἁπάντων ἐπιλεχθέντες οἱ γενναιότατοι τὰ πολέμια τοὺς ἰδίους ἕκαστοι λόχους εὐπειθεῖς τοῖς παραγγελλομένοις παρείχοντο.
在這些人中,也有一個是由年長者組成的百人隊,一個是由年輕人組成的百人隊;從所有人中選出的在軍事上最為傑出的百人隊長們,使各自的百人隊服從命令。