§4.12.1ταῦτα λέγοντος αὐτοῦ καὶ παραχωρεῖν οἵου τε ὄντος ἀπὸ τοῦ βήματος κραυγή τε παρὰ πάντων ἐξαίσιος ἐγίνετο καὶ δεήσεις μεμιγμέναι δάκρυσιν, ἵνα μένῃ τε καὶ διακατέχῃ τὰ πράγματα μηδένα δεδοικώς.
当他说完这些话并准备从演坛退下时,所有人爆发出一阵惊人的呼喊,并夹杂着泪水恳求他留下来,无所畏惧地继续主持国政。
ἔπειτʼ ἐγκέλευστοί τινες διειληφότες τὴν ἀγορὰν βασιλέα ποιεῖν αὐτὸν ἐβόων καὶ συγκαλεῖν τὰς φράτρας ἠξίουν καὶ ψῆφον ᾔτουν.
接着,一些事先被指使、分布在广场各处的人大声呼喊立他为王,要求召集各库里亚(部落)并请求投票。
ἀρξαμένων δὲ τούτων εὐθὺς ὁ δῆμος ἅπας ἐπὶ τῆς αὐτῆς προαιρέσεως ἐγεγόνει.
这些人一开始行动,全体民众便立刻达成了相同的意愿。
§4.12.2τοῦτο καταμαθὼν ὁ Τύλλιος οὐκέτι παρῆκε τὸν καιρόν, ἀλλὰ πολλὰς αὐτοῖς εἰδέναι φήσας χάριτας, ὅτι μέμνηνται τῶν εὐεργεσιῶν, καὶ ἔτι πλείονα ὑποσχόμενος ἀγαθὰ ποιήσειν, ἐὰν αὐτὸν ἀποδείξωσι βασιλέα, προεῖπεν ἡμέραν ἀρχαιρεσιῶν, εἰς ἣν ἐκέλευσε καὶ τοὺς ἐκ τῶν ἀγρῶν ἅπαντας παρεῖναι.
图利乌斯察觉到这一点后,不再错过良机,而是对他们能记住自己的恩德表示深切的感谢,并许诺如果他们立他为王,他将做更多的好事,随后宣布了选举日期,并命令所有乡间的人在那一天也必须到场。
§4.12.3συνελθόντος δὲ τοῦ δήμου καλῶν τὰς φράτρας κατὰ μίαν ἀνεδίδου τὰς ψήφους.
当民众聚集起来后,他逐一召集库里亚,分发了选票。
ἁπάσαις δὲ ταῖς φράτραις κριθεὶς τῆς βασιλείας ἄξιος παραλαμβάνει τότε τὴν ἀρχὴν παρὰ τοῦ δημοτικοῦ πλήθους πολλὰ χαίρειν τῇ βουλῇ φράσας, ἣν οὐκ ἠξίωσεν ἐπικυρῶσαι τὰ τοῦ δήμου κρίματα, ὥσπερ αὐτῇ ποιεῖν ἔθος ἦν.
在被所有的库里亚判定为配得上王位之后,他当时便从平民大众手中接管了政权,并向元老院告别——因为他不屑于去请求元老院批准民众的决定,虽然这原本是元老院的惯例。
τοῦτον δὲ τὸν τρόπον ἐπὶ τὴν βασιλείαν παρελθὼν πολλῶν μὲν καὶ ἄλλων πολιτευμάτων εἰσηγητὴς ἐγένετο, μέγαν δὲ καὶ λόγου ἄξιον ἐπολέμησε πρὸς Τυρρηνοὺς πόλεμον.
通过这种方式登上王位后,他成为了许多其他政治制度的倡导者,并与伊特鲁里亚人进行了一场伟大而值得称道的战争。
ποιήσομαι δὲ περὶ τῶν πολιτευμάτων αὐτοῦ πρῶτον τοὺς λόγους.
不过,我将首先对他的政治制度进行叙述。