§4.14.1ὁ δὲ Τύλλιος, ἐπειδὴ τοὺς ἑπτὰ λόφους ἑνὶ τείχει περιέλαβεν, εἰς τέτταρας μοίρας διελὼν τὴν πόλιν καὶ θέμενος ἐπὶ τῶν λόφων ταῖς μοίραις τὰς ἐπικλήσεις, τῇ μὲν Παλατίνην, τῇ δὲ Σουβουράνην, τῇ δὲ τρίτῃ Κολλίνην, τῇ δὲ τετάρτῃ τῶν μοιρῶν Ἰσκυλίνην, τετράφυλον ἐποίησε τὴν πόλιν εἶναι, τρίφυλον οὖσαν τέως·
特里乌斯在用一堵城墙将七座山丘圈围起来之后,将城市划分为四个部分,并根据山丘为这些部分命名,将第一部分命名为帕拉蒂纳,第二部分命名为苏布拉纳,第三部分命名为科利纳,第四部分命名为埃斯奎利纳,从而使迄今为止一直由三个部落组成的城市变成了由四个部落组成。
§4.14.2καὶ τοὺς ἀνθρώπους ἔταξε τοὺς ἐν ἑκάστῃ μοίρᾳ τῶν τεττάρων οἰκοῦντας, ὥσπερ κωμήτας, μήτε μεταλαμβάνειν ἑτέραν οἴκησιν μήτʼ ἄλλοθι που συντελεῖν, τάς τε καταγραφὰς τῶν στρατιωτῶν καὶ τὰς εἰσπράξεις τῶν χρημάτων τὰς γινομένας εἰς τὰ στρατιωτικὰ καὶ τὰς ἄλλας χρείας, ἃς ἕκαστον ἔδει τῷ κοινῷ παρέχειν, οὐκέτι κατὰ τὰς τρεῖς φυλὰς τὰς γενικὰς ὡς πρότερον, ἀλλὰ κατὰ τὰς τέτταρας τὰς τοπικὰς τὰς ὑφʼ ἑαυτοῦ διαταχθείσας ἐποιεῖτο, ἡγεμόνας ἐφʼ ἑκάστης ἀποδείξας συμμορίας, ὥσπερ φυλάρχους ἢ κωμάρχας, οἷς προσέταξεν εἰδέναι, ποίαν οἰκίαν ἕκαστος οἰκεῖ.
他规定居住在这四个部分的每一个部分中的人们,就像村民一样,既不能换到另一个住所,也不能在其他任何地方缴纳税款;并且,他进行士兵的征召以及为军事和每个人必须为国家提供的其他需求而进行的资金征收,不再像以前那样根据血缘关系的三个部落,而是根据他自己设立的四个地域性部落。 他为每一个分区指定了领导者,就像部落首领或村长一样,并命令他们了解每个人居住在哪所房屋中。
§4.14.3ἔπειτα κατὰ πάντας ἐκέλευσε τοὺς στενωποὺς ἐγκατασκευασθῆναι καλιάδας ὑπὸ τῶν γειτόνων ἥρωσι προνωπίοις καὶ θυσίας αὐτοῖς ἐνομοθέτησεν ἐπιτελεῖσθαι καθʼ ἕκαστον ἐνιαυτὸν πελάνους εἰσφερούσης ἑκάστης οἰκίας·
随后,他命令邻里在所有的街道上为门口的英雄们建造小神龛,并立法规定每年向他们举行祭祀,每个家庭捐献一块祭饼。
τοῖς δὲ τὰ περὶ τῶν γεινόνων ἱερὰ συντελοῦσιν ἐν τοῖς προνωπίοις οὐ τοὺς ἐλευθέρους, ἀλλὰ τοὺς δούλους ἔταξε παρεῖναί τε καὶ συνιερουργεῖν, ὡς κεχαρισμένης τοῖς ἥρωσι τῆς τῶν θεραπόντων ὑπηρεσίας·
对于在门口为邻里履行神圣仪式的人,他规定不是自由人,而是奴隶应该出席并协助进行神圣仪式,因为仆人的服务在这些英雄看来是令人愉悦的。
§4.14.4ἣν ἔτι καὶ καθʼ ἡμᾶς ἑορτὴν ἄγοντες Ῥωμαῖοι διετέλουν ὀλίγαις ὕστερον ἡμέραις τῶν Κρονίων, σεμνὴν ἐν τοῖς πάνυ καὶ πολυτελῆ, Κομπιτάλια προσαγορεύοντες αὐτὴν ἐπὶ τῶν στενωπῶν· κομπίτους γὰρ τοὺς στενωποὺς καλοῦσι·
罗马人直到我们的时代仍继续庆祝这个节日,它在萨图尔纳利亚节后几天举行,是非常庄严且花费巨大的节日之一,因在街道上举行而被称为孔皮塔利亚节;因为他们称街道为“孔皮图斯”。
καὶ φυλάττουσι τὸν ἀρχαῖον ἐθισμὸν ἐπὶ τῶν ἱερῶν, διὰ τῶν θεραπόντων τοὺς ἥρωας ἱλασκόμενοι καὶ ἅπαν τὸ δοῦλον ἀφαιροῦντες αὐτῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ἵνα τῇ φιλανθρωπίᾳ ταύτῃ τιθασσευόμενοι μέγα τι καὶ σεμνὸν ἐχούσῃ χαριέστεροι γίνωνται περὶ τοὺς δεσπότας καὶ τὰ λυπηρὰ τῆς τύχης ἧττον βαρύνωνται.
他们在祭祀中保留了这一古老习俗,通过仆人来抚慰英雄,并在那些日子里免除他们身上的一切奴隶枷锁,以便通过这种具有伟大和庄严性质的人道关怀,缓和他们的情绪,使他们对主人更加温顺,且较少为命运的坎坷所苦。