§3.8.1ταῦτʼ εἰπὼν δίδωσι τῶν παρόντων τινὶ ἀναγνῶναι τὰς ἐπιστολάς, ἃς αὐτῷ κεκομικώς τις ἐτύγχανε παρὰ τῶν ἐν Φιδήνῃ ξένων καὶ τὸν κομίσαντα αὐτὰς παρήγαγεν.
说完这些,他把信件交给在场的一人去宣读,这些信件是有人从他在斐代奈的客友那里带给他的,并把带信的男子带到了前面。
ἀναγνωσθεισῶν δὲ τῶν ἐπιστολῶν καὶ τοῦ ἀνδρὸς ἐξηγησαμένου πάντα ὅσα παρὰ τῶν ἐπιτιθεμένων αὐτὰς ἀπὸ στόματος ἤκουσεν ἐκπλήξεώς τε μεγάλης κατασχούσης τοὺς ἀκούοντας, οἷα εἰκὸς ἐπὶ τηλικούτῳ κακῷ παρʼ ἐλπίδας ἀκουσθέντι, μικρὸν ἐπισχὼν ὁ Φουφέττιος πάλιν ἔλεξεν·
信件宣读完毕后,该男子又说明了口头上从寄信人那里听到的所有事情,听众中顿时产生了极大的震惊,正如人们在听到如此出乎意料的巨大灾祸时所自然会有的那样。
§3.8.2ἀκηκόατε τὰς αἰτίας, ἄνδρες Ῥωμαῖοι, διʼ ἃς ἐγὼ τέως μὲν ἀνεβαλλόμην τοὺς πρὸς ὑμᾶς ἀγῶνας, νῦν δὲ καὶ τῶν περὶ φιλίας ἠξίωσα πρότερος ἄρχειν λόγων.
福费提乌斯稍作停顿,再次说道: “罗马人啊,你们已经听到了我迄今为止拖延与你们的战斗、而如今却认为应当由我首先发起和平倡议的理由。
ὑμεῖς δὲ τὸ μετὰ τοῦτο ἤδη σκοπεῖσθε, πότερον οἴεσθε δεῖν περὶ βοιδίων καὶ προβατίων ἁρπαγῆς ἄσπειστον πόλεμον φυλάττειν πρὸς τοὺς κτίσαντας καὶ πατέρας, ἐν ᾧ καὶ κρατηθέντες ἀπολεῖσθε καὶ κρατήσαντες, ἢ διαλυσάμενοι τὴν πρὸς τοὺς συγγενεῖς ἔχθραν μεθʼ ἡμῶν ἐπὶ τοὺς κοινοὺς ἐχθροὺς χωρεῖν, οἵ γε οὐ μόνον ἀπόστασιν ἐβούλευσαν ἀφʼ ὑμῶν, ἀλλὰ καὶ ἐπανάστασιν, οὔτε πεπονθότες οὐδὲν δεινὸν οὔτε μὴ πάθωσι δεδιότες, καὶ οὐδʼ ἐκ τοῦ φανεροῦ ἐπέθεντο ἡμῖν, ὡς ὁ κοινὸς ἀξιοῖ τοῦ πολέμου νόμος, ἀλλʼ ὑπὸ σκότους, ὡς ἂν ἥκιστα ὑπίδοιτό τις αὐτῶν τὴν ἐπιβουλὴν καὶ φυλάξαιτο.
现在,请你们考虑接下来的事情:你们是认为应当为了抢夺牛羊的缘故,而与你们的建城者及父亲们维持一场不可调和的战争——在这场战争中,你们若败则亡,若胜亦亡;还是消除对亲属的敌意,与我们一同去对付共同的敌人? 这些敌人不仅策划了对你们的背叛,甚至还策划了叛乱。 他们既未遭受任何可怕的对待,也不担心会遭受,而且他们不曾像共同的战争法所要求的那样公开袭击我们,而是在黑暗中下手,好让任何人都无法察觉他们的阴谋并加以防范。
§3.8.3ἀλλὰ γὰρ ὅτι μὲν ἐπὶ τοὺς ἀνοσίους ἀνθρώπους ἰτέον ἡμῖν ἁπάσῃ σπουδῇ καταλυσαμένοις τὰ ἔχθη ʽμανίας γὰρ θάτερα ἀξιοῦνʼ ὡς ἐγνωκόσιν ὑμῖν καὶ ποιήσουσιν οὐδὲν δέομαι πλείω λέγειν καὶ παρακελεύεσθαι.
然而,在消除敌意之后,我们必须全力以赴去讨伐那些不敬之徒(因为要求另一种选择无异于疯狂),既然你们已经知道这一点且会付诸行动,我便无需再多加言说和劝诫。
ὃν δὲ τρόπον αἱ διαλύσεις καλαὶ καὶ συμφέρουσαι γένοιντʼ ἂν ἀμφοτέραις ταῖς πόλεσι ʽτοῦτο γὰρ ἴσως ποθεῖτε ἀκοῦσαι πάλαἰ νῦν ἤδη πειράσομαι λέγειν.
但是,以何种方式才能使两座城市达成美好且有益的和解(这或许是你们早就渴望听到的),我现在就试着说一说。
§3.8.4ἐγὼ νομίζω κρατίστας μὲν εἶναι διαλλαγὰς καὶ πρεπωδεστάτας συγγενέσι καὶ φίλοις πρὸς ἀλλήλους, ἐν αἷς οὐδέν ἐστιν ἔγκοτον οὐδὲ μνησίκακον ἀφέσεως ἅπασι πρὸς ἅπαντας ὑπὲρ ὧν ἔδρασαν ἢ ἔπαθον ἀδόλου γινομένης, ἧττον δὲ τούτων εὐπρεπεῖς, ἐν αἷς τὸ μὲν πλῆθος ἀπολύεται τῶν ἐγκλημάτων, οἱ δὲ ἀδικήσαντες ἀλλήλους ἀναγκάζονται δίκας ὑπέχειν λόγῳ κρινόμενοι καὶ νόμῳ.
我认为,最优秀且最适合亲属与朋友之间的和解,是其中不留任何积怨或怀恨,所有人对所有人因所作或所受之事达成毫无欺诈的宽恕;而那些体面程度次之的和解,则是大众免于指控,而彼此伤害的人则必须接受惩罚,依理性和法律接受审判。
§3.8.5τούτων δὴ τῶν διαλλαγῶν ἐμοὶ μὲν δοκεῖ χρῆναι τὰς εὐπρεπεστέρας καὶ μεγαλοψυχοτέρας ἡμᾶς ἑλέσθαι καὶ γνώμην θέσθαι περὶ μηδενὸς ἡμᾶς ἀλλήλοις μνησικακεῖν, σὺ δʼ εἰ μὴ βούλει διαλλάττεσθαι τοῦτον τὸν τρόπον, ὦ Τύλλε, ἀλλὰ καὶ διδόναι δίκας καὶ λαμβάνειν ἀξιοῖς τοὺς ἐν ταῖς αἰτίαις παρʼ ἀλλήλων, ἕτοιμοι καὶ ταῦτα ποιεῖν εἰσιν Ἀλβανοὶ τὰ κοινὰ ἔχθη προκαταλυσάμενοι.
在这两种和解中,我认为我们应当选择更体面、更宽大的一种,并达成互不怀恨的决议。 但是,图路斯,如果你不想以这种方式和解,而是认为被告者应当相互接受和给予惩罚,阿尔巴人在预先消除共同的敌意之后,也准备好这样做。
εἰ δέ τινας ἔχεις παρὰ ταύτας λέγειν ἑτέρας εἴτε καλλίους διαλλαγὰς εἴτε δικαιοτέρας, οὐκ ἂν φθάνοις φέρων εἰς μέσον καὶ πολλήν σοι χάριν εἴσομαι.
如果你在此之外还有其他更好或更公正的和解方案要说,不妨赶快提出来,我将对你深表感激。 ”