§3.71.1οὗτος ὁ Νέβιος βουλομένῳ ποτὲ τῷ Ταρκυνίῳ τρεῖς φυλὰς ἑτέρας ἀποδεῖξαι νέας ἐκ τῶν ὑφʼ αὑτοῦ πρότερον κατειλεγμένων ἱππέων καὶ ποιῆσαι τὰς ἐπιθέτους φυλὰς ἑαυτοῦ τε καὶ τῶν ἰδίων ἑταίρων ἐπωνύμους μόνος ἀντεῖπε κατὰ τὸ καρτερόν, οὐκ ἐῶν κινεῖν τῶν ὑπὸ Ῥωμύλου κατασταθέντων οὐθέν.
当塔尔昆乌斯有一次想要从他之前征召的骑兵中再设立三个新的部族,并用他自己和他的亲密同伴的名字来命名这些新增的部族时,这位内维乌斯是唯一坚决反对的人,他不允许对罗穆路斯所确立的体制做出任何变动。
§3.71.2ἀχθόμενος δʼ ἐπὶ τῇ κωλύσει καὶ διʼ ὀργῆς ἔχων τὸν Νέβιον ὁ βασιλεὺς καταβαλεῖν αὐτοῦ τὴν ἐπιστήμην εἰς τὸ μηδὲν ἐπεχείρησεν, ὡς ἀλαζονευομένου καὶ μηθὲν ἀληθὲς λέγοντος.
国王对这一阻挠感到恼火,并对内维乌斯怀有怒气,企图将他的占卜术贬低为无物,认为他只是在吹牛,说的没有一句真话。
ταῦτα διανοηθεὶς ἐκάλει τὸν Νέβιον ἐπὶ τὸ βῆμα πολλοῦ παρόντος ὄχλου κατὰ τὴν ἀγοράν.
考虑到这些,他趁着广场上聚集了许多群众的时候,将内维乌斯召到演坛前。
προδιαλεχθεὶς δὲ τοῖς περὶ αὐτὸν διʼ οὗ τρόπου ψευδόμαντιν ἀποδείξειν τὸν οἰωνοσκόπον ὑπελάμβανεν, ἐπειδὴ παρεγένετο φιλανθρώποις αὐτὸν ἀσπασμοῖς ἀναλαβών, Νῦν, ἔφη, καιρὸς ἐπιδείξασθαί σε τὴν ἀκρίβειαν τῆς μαντικῆς ἐπιστήμης, ὦ Νέβιε.
他预先与身边的人商量好,认为通过何种方式可以证明这个鸟占官是个假预言家。 当内维乌斯到来时,国王用亲切的问候迎接了他,并说:“内维乌斯啊,现在正是展现你占卜科学之精确性的时候了。
πράξει γὰρ ἐπιχειρεῖν μεγάλῃ διανοούμενος, εἰ τὸ δυνατὸν αὐτῇ πρόσεστι μαθεῖν βούλομαι.
因为我正计划着手一项重大的事业,我想知道它是否可行。
ἀλλʼ ἄπιθι καὶ διαμαντευσάμενος ἧκε ταχέως, ἐγὼ δʼ ἐνθάδε καθήμενος ἀναμενῶ.
去吧,占卜之后快点回来,我就坐在这里等你。
§3.71.3ἐποίει τὰ κελευόμενα ὁ μάντις καὶ μετʼ οὐ πολὺ παρῆν αἰσίους εἰληφέναι λέγων οἰωνοὺς καὶ δυνατὴν εἶναι τὴν πρᾶξιν ἀποφαίνων.
” 预言家执行了命令,不久便回来了,声声自己得到了吉兆的鸟占,并表明该举动是可行的。
γελάσας δʼ ὁ Ταρκύνιος ἐπὶ τῷ λόγῳ καὶ προενέγκας ἐκ τοῦ κόλπου ξυρὸν καὶ ἀκόνην λέγει πρὸς αὐτόν, ἑάλωκας, ὦ Νέβιε, φενακίζων ἡμᾶς καὶ καταψευδόμενος τοῦ δαιμονίου καταφανῶς, ὁπότε καὶ τὰς ἀδυνάτους πράξεις τετόλμηκας λέγειν δυνατάς.
塔尔昆乌斯听了这话,笑了起来,从怀里掏出一把剃刀和一块砥石,对他说:“内维乌斯,你被当场抓住了,你显然是在欺骗我们,对神明撒谎,因为你竟然胆敢把不可能的事说成是可行的。
ἔγωγʼ οὖν διεμαντευόμην, εἰ τῷ ξυρῷ τῷδε τὴν ἀκόνην πλήξας μέσην δυνήσομαι διελεῖν.
我其实是在占卜,如果我用这把剃刀砍向这块砥石,是否能将它从中间劈开。
§3.71.4γέλωτος δʼ ἐξ ἁπάντων γενομένου τῶν περὶ τὸ βῆμα οὐθὲν ἐπιταραχθεὶς ὁ Νέβιος ὑπὸ τοῦ τωθασμοῦ τε καὶ τοῦ θορύβου, παῖε θαρρῶν, ἔφη, Ταρκύνιε, τὴν ἀκόνην, ὡς προαιρῇ·
” 尽管演坛周围的所有人都哄堂大笑,内维乌斯却丝毫不因嘲笑和喧闹而慌乱,他说:“塔尔昆乌斯,放心地砍向这块砥石吧,正如你所期望的那样。
διαιρεθήσεται γὰρ ἢ πάσχειν ὁτιοῦν ἕτοιμος ἐγώ.
因为它将被劈开,否则我愿意接受任何惩罚。
θαυμάσας δὲ ὁ βασιλεὺς τὸ θράσος τοῦ μάντεως φέρει τὸ ξυρὸν κατὰ τῆς ἀκόνης, ἡ δὲ ἀκμὴ τοῦ σιδήρου διʼ ὅλου κατελθοῦσα τοῦ λίθου τήν τε ἀκόνην διαιρεῖ καὶ τῆς κατεχούσης αὐτὴν χειρὸς ἐπιτέμνει τι μέρος.
”国王对这位预言家的胆识感到惊异,便将剃刀挥向砥石,而铁刃穿过了整块石头,不仅将砥石劈开,还割伤了握着砥石的手的一部分。
§3.71.5οἱ μὲν οὖν ἄλλοι πάντες ὡς τὸ θαυμαστὸν τοῦτο καὶ ἄπιστον ἔργον ἐθεάσαντο, καταπλαγέντες ἀνεβόησαν, ὁ δὲ Ταρκύνιος αἰδεσθεὶς ἐπὶ τῇ διαπείρᾳ τῆς τέχνης καὶ τὸ ἀπρεπὲς τῶν ὀνειδισμῶν ἐπανορθώσασθαι βουλόμενος πρῶτον μὲν τῶν περὶ τὰς φυλὰς ἐγχειρημάτων ἀπέστη, ἔπειτα δʼ αὐτὸν τὸν Νέβιον ἀποθεραπεῦσαι διαγνούς, ὡς ἁπάντων ἀνθρώπων θεοφιλέστατον, ἄλλαις τε πολλαῖς φιλανθρωπίαις ὑπηγάγετο καὶ ἵνα μνήμης αἰωνίου τυγχάνῃ παρὰ τῶν ἐπιγινομένων εἰκόνα κατασκευάσας αὐτοῦ χαλκῆν ἀνέστησεν ἐν ἀγορᾷ, ἣ καὶ εἰς ἐμὲ ἦν ἔτι πρὸ τοῦ βουλευτηρίου κειμένη πλησίον τῆς ἱερᾶς συκῆς ἐλάττων ἀνδρὸς μετρίου τὴν περιβολὴν ἔχουσα κατὰ τῆς κεφαλῆς.
于是,其他所有人看到这件惊人而不可思议的事情,都惊叹着大声呼喊起来;而塔尔昆乌斯则因试探占卜术而感到羞愧,并希望挽回自己不妥的指责,首先放弃了关于部族的企图,接着,他决定安抚内维乌斯本人,视其为全人类中最蒙神宠爱的人,用许多其他的好意来争得他的好感。 为了让他在后世中获得永久的纪念,国王制作了他的青铜像,并设立在广场上。 这尊像直到我的时代仍立在元老院议事堂前,靠近神圣的无花果树,比普通人的身高矮小一些,头部覆有衣褶。
ὀλίγον δὲ ἄπωθεν αὐτῆς ἥ τε ἀκόνη κεκρύφθαι λέγεται κατὰ γῆς καὶ τὸ ξυρὸν ὑπὸ βωμῷ τινι· καλεῖται δὲ Φρέαρ ὁ τόπος ὑπὸ Ῥωμαίων.
在这尊像稍远一点的地方,据说砥石被埋在地下,而剃刀则被埋在某个祭坛下;罗马人称这个地方为“井”。
καὶ τὰ μὲν περὶ τοῦ μάντεως τούτου μνημονευόμενα ταῦτά ἐστι.
以上就是关于这位预言家所流传的事迹。