Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.70.1-3.70.5

占卜官阿蒂乌斯·内维乌斯的出身与学艺

第 241 段,共 962 段 · 希腊语

内容简介

本段讲述了著名占卜官内维乌斯(阿蒂乌斯)的出身,以及他童年时在寻找丢失的猪的过程中如何发现了自己天生的鸟占天赋,并随后在埃特鲁里亚老师指导下精通此术并获得巨大名望的轶事。

§3.70.1ὁ δὲ τῶν οἰωνοσκόπων ἐπιφανέστατος ὁ τοὺς βωμοὺς μεθιδρυσάμενος καὶ τὸ ἱερὸν τοῦ Διὸς τεμενίσας καὶ τἆλλα προλέγων τὰ θεῖα τῷ δήμῳ διὰ μαντικῆς αὐτὸς μὲν ἐκαλεῖτο τὸ κοινὸν ὄνομα καὶ προσηγορικὸν Νέβιος, τὸ δὲ συγγενικὸν Ἄττιος, ὃς ἁπάντων θεοφιλέστατος ὁμολογεῖται γενέσθαι τῶν ἀκριβούντων τὴν τέχνην καὶ μεγίστου τυχεῖν διʼ αὐτὴν ὀνόματος ἀπίστους τινὰς ὑπερβολὰς τῆς οἰωνομαντικῆς ἐπιστήμης ἐπιδειξάμενος·
那些占卜官中最享有盛名、曾迁移祭坛、区划宙斯圣域并通过占卜向民众预言其他神圣事务的人,他自己的普通名字和常用名叫内维乌斯,而家族名叫阿蒂乌斯。 在所有精通此术的人中,他被公认为最得神明眷顾,并因这项技术而获得了极高的名声,展现了鸟占科学某些令人难以置信的卓越成就。
ὧν ἐγὼ μίαν, ἣν μάλιστα τεθαύμακα, προχειρισάμενος ἐρῶ προειπὼν ἐξ οἵας ὁρμηθεὶς συντυχίας καὶ τίνας ἀφορμὰς παρὰ τοῦ δαιμονίου λαβὼν τοσαύτην ἔσχεν ἐπιφάνειαν, ὥστε πάντας ἀζήλους ἀποδεῖξαι τοὺς κατὰ §3.70.2τὴν αὐτὴν ἀκμάσαντας ἡλικίαν.
在这些成就中,我挑选了自己最感惊异的一件来叙述,在此之前,我将先讲述他是因何种机缘起步、又从神明那里得到了何种启示,从而获得如此巨大的名望,以至于让所有与他同时代处于全盛时期的人都显得黯然失色(无人羡慕)。
πένης αὐτῷ πατὴρ ἐγένετο χωρίον εὐτελὲς γεωργῶν, ᾧ τά τε ἄλλα συνειργάζετο παῖς ὢν ὁ Νέβιος, ὅσα τοῖς τηλικούτοις δύναμις ἦν, καὶ τὰς ὗς ἐξελαύνων ἔβοσκεν.
他有一个贫穷的父亲,耕种着一片贫瘠的土地。 内维乌斯还是个孩子时,就协助父亲做其他一切同龄孩子力所能及的农活,并赶着猪出去放牧。
ἀποκοιμηθεὶς δέ ποτε καὶ μετὰ τὴν ἐξέγερσιν οὐχ εὑρίσκων τινὰς τῶν ὑῶν τέως μὲν ἔκλαιε τὰς πληγὰς ὀρρωδῶν τὰς παρὰ τοῦ πατρός, ἔπειτʼ ἐλθὼν ἐπὶ τὴν καλιάδα τὴν ἐν τῷ χωρίῳ καθιδρυμένην ἡρώων ἠξίου τούς ἥρωας συνεξευρεῖν αὐτῷ τὰς ὗς, γενομένου δὲ τούτου θύσειν αὐτοῖς ὑπέσχετο τὸν μέγιστον τῶν ἐκ τοῦ §3.70.3χωρίου βοτρύων.
一次,他睡着了,醒来后发现少了几头猪,起初他因害怕父亲的鞭打而哭泣;随后,他来到设立在土地上的英雄神祠,恳求英雄们帮他一起找回那些猪,并许诺如果找回,他就将土地上出产的最大的一串葡萄献祭给他们。
εὑρὼν δὲ μετʼ ὀλίγον τὰς ὗς ἐβούλετο μὲν ἀποδοῦναι τοῖς ἥρωσι τὴν εὐχήν, ἐν ἀπορίᾳ δὲ ἦν πολλῇ τὸν μέγιστον οὐ δυνάμενος ἐξευρεῖν βότρυν.
不久,他找回了猪,便想向英雄们履行誓愿,但由于无法找到最大的那一串葡萄,他陷入了极大的困惑。
ἀδημονῶν δʼ ἐπὶ τῷ πράγματι τοὺς θεοὺς ἠξίου διʼ οἰωνῶν φανερὸν αὐτῷ ποιῆσαι τὸ ζητούμενον.
他为此事焦虑不安,于是恳求神明通过鸟占向他昭示他所寻找之物。
ἔπειτʼ ἐπελθὸν αὐτῷ κατὰ δαίμονα διχῇ νέμει τὸν ἀμπελῶνα, θάτερα μὲν αὐτοῦ λαμβάνων ἐκ δεξιᾶς, θάτερα δʼ ἐξ ἀριστερᾶς, ἔπειθʼ ὑπὲρ ἑκατέρου τῶν μερῶν τοὺς παρακειμένους οἰωνοὺς ἐσκόπει.
接着,在神明启示下,他灵机一动,将葡萄园一分为二,一部分置于右侧,另一部分置于左侧,然后观察飞临这两个部分的鸟类。
φανέντων δʼ ἐπὶ θατέρου μέρους ὀρνίθων, οἵων αὐτὸς ἐβούλετο, πάλιν ἐκεῖνο διχῇ διῄρει τὸ χωρίον καὶ τοὺς ὄρνιθας διέκρινε τοὺς παραγινομένους κατὰ τὸ αὐτό.
当他所期望的那种鸟出现在其中一部分时,他再次将那片土地一分为二,并区分飞临同一位置的鸟类。
ταύτῃ χρώμενος τῇ διαιρέσει τῶν τόπών καὶ τὴν ἐσχάτην ὑπὸ τῶν ὀρνίθων ἀποδειχθεῖσαν ἄμπελον ὑπελθὼν εὑρίσκει βότρυος ἄπιστόν τι χρῆμα καὶ αὐτὸν φέρων ἐπὶ τὴν καλιάδα τῶν ἡρώων ὁρᾶται πρὸς τοῦ πατρός.
通过采用这种对地点的划分方法,他走到最后被鸟类指出的那棵葡萄树下,发现了一串大得令人难以置信的葡萄,并正在将它运往英雄神祠时,被他的父亲看见了。
§3.70.4θαυμάσαντι δὲ τὸ μέγεθος τῆς σταφυλῆς καὶ πόθεν εἰλήφει πυνθανομένῳ διηγεῖται πάντα ἐξ ἀρχῆς.
父亲对这串葡萄的大小感到惊异,并询问他从哪里得来的,他便从头到尾详细讲述了一切。
ὁ δʼ ὑπολαβών, ὅπερ ἦν, ἐμφύτους εἶναί τινας ἀρχὰς μαντικῆς ἐν τῷ παιδί, κομίσας αὐτὸν εἰς τὴν πόλιν γραμμάτων διδασκάλοις συνίστησιν· ἐπεὶ δὲ τῆς κοινῆς παιδείας ἀποχρώντως μετέλαβε, Τυρρηνῶν αὐτὸν παραδίδωσι τῷ λογιωτάτῳ §3.70.5τὴν οἰωνοσκοπικὴν τέχνην διδαχθησόμενον.
父亲察觉到——事实也确实如此——孩子身上有某种天生的占卜天赋,于是带他进城,将他托付给识字教师;当他充分接受了普通教育之后,父亲将他交给了最博学的一位埃特鲁里亚人,以学习鸟占的技术。
ἔχων δὲ τὴν ἔμφυτον ὁ Νέβιος μαντικὴν καὶ τὴν ἐπίκτητον παρὰ Τυρρηνῶν προσλαβὼν μακρῷ δή που τοὺς ἄλλους οἰωνοσκόπους ἅπαντας, ὡς ἔφην, ὑπερεβάλετο, εἰς ἁπάσας τε τὰς δημοσίας ἐπισκέψεις οἱ τῆς πόλεως οἰωνομάντεις οὐκ ὄντα ἐκ τοῦ συστήματος παρεκάλουν αὐτὸν διὰ τὴν ἐπιτυχίαν τῶν μαντευμάτων καὶ οὐθὲν ὅ τι μὴ δόξειεν ἐκείνῳ προὔλεγον.
内维乌斯凭借其天生的占卜才能,加上从埃特鲁里亚人那里习得的后天技术,正如我所说,远远超越了所有其他的占卜官;尽管他不是该团体的成员,但由于其占卜的高成功率,城里的占卜官们在进行所有公用调查时都会邀请他,并且凡是未经他首肯的事,他们绝不预言。

词汇与语法注释

  1. §3.70.1ἀζήλους — 形容词 ἀζήλους(字面意为“不被羡慕的”)在此处表示“使同时代的人显得如此微不足道(不引人羡慕)”,意指内维乌斯的名望极其显赫,以至于他同辈的所有人都显得黯然失色,根本不值一提。
  2. §3.70.3ἐπελθὸν — 动词 ἐπέρχομαι((念头等)浮现于脑海)的中性单数分词(用作宾格绝对或无人称主格绝对),意为“当他灵机一动”或“当一个念头出现在他脑海中”,引出了导致他随后行动的神圣启示。
  3. §3.70.4θαυμάσαντι δὲ τὸ μέγεθος τῆς σταφυλῆς — 与格分词 θαυμάσαντι 和 πυνθανομένῳ 修饰父亲,作为主句动词 διηγεῖται(他[内维乌斯]向[惊异并询问的父亲]叙述)的间接宾语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.70.1-3.70.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.70.1-3.70.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。