§3.72.1βασιλεὺς δὲ Ταρκύνιος ἀναπεπαυμένος ἤδη τῶν πολεμικῶν ἔργων διὰ γῆρας, ἦν γὰρ ὀγδοηκονταέτης, δολοφονηθεὶς ὑπὸ τῶν Ἄγκου Μαρκίου παίδων ἀποθνήσκει ἐπιχειρησάντων μὲν ἔτι πρότερον ἐκβαλεῖν αὐτὸν ἐκ τῆς ἀρχῆς καὶ πολλάκις τοῦτο πραγματευσαμένων κατʼ ἐλπίδα τοῦ περιπεσεῖν εἰς αὐτοὺς ἐκπεσόντος ἐκείνου τὴν δυναστείαν, ὡς δὴ πατρῴαν σφίσιν ὑπάρχουσαν καὶ ἐκ τοῦ ῥᾴστου πρὸς τῶν πολιτῶν δοθησομένην.
塔尔昆乌斯国王因年迈已经退出了军事活动(因为他已经八十岁了),他被安克斯·马尔基乌斯的儿子们暗杀而死。 这些儿子们在此之前就已经企图将他驱逐出政权,并且多次进行策划,希望能在他被逐出后将统治权落入自己手中,他们认为这统治权本就属于他们父祖,且市民们会极其轻易地将其授予他们。
§3.72.2ἐπεὶ δὲ διήμαρτον τῆς ἐλπίδος, ἐπιβουλὴν ἄφυκτον κατʼ αὐτοῦ ἐμηχανήσαντο, ἣν οὐκ εἴασεν ἀτιμώρητον γενέσθαι τὸ δαιμόνιον.
但是,当他们这一希望破灭时,便对他策划了一场无法逃脱的阴谋,而神明并未容许这一阴谋不受到惩罚。
διηγήσομαι δὲ καὶ τὸν τῆς ἐπιβουλῆς τρόπον ἀπὸ τῆς πρώτης ἐπιχειρήσεως αὐτῶν ἀρξάμενος.
我也将从他们最初的企图开始,叙述这一阴谋的过程。
§3.72.3ὁ Νέβιος ἐκεῖνος ὁ δεινὸς οἰωνομάντις, ὃν ἔφην ἐναντιωθῆναί ποτε τῷ βασιλεῖ πλείονας ἐξ ἐλασσόνων ποιῆσαι τὰς φυλὰς βουλομένῳ, ὅτε μάλιστα ἤνθει διὰ τὴν τέχνην καὶ πλεῖστον ἠδύνατο Ῥωμαίων ἁπάντων, εἴτε φθονηθεὶς ὑπὸ τῶν ἀντιτέχνων τινὸς εἴτʼ ἐπιβουλευθεὶς ὑπʼ ἐχθρῶν εἴτε ὅ τι δή ποτε ἄλλο παθὼν ἀφανὴς ἄφνω γίνεται, καὶ οὔτε τὸν μόρον αὐτοῦ τις ἠδύνατο τῶν προσηκόντων συμβαλεῖν οὔτε τὸ σῶμα ἐξευρεῖν· §3.72.4ἀχθομένου δὲ τοῦ δήμου καὶ δεινῶς φέροντος τὸ πάθος ὑπονοίας τε πολλὰς καὶ κατὰ πολλῶν λαμβάνοντος, κατανοήσαντες τὴν ὁρμὴν τοῦ πλήθους οἱ τοῦ Μαρκίου παῖδες, ἐπὶ τὸν βασιλέα Ταρκύνιον τὴν διαβολὴν τοῦ ἄγους ἀνέφερον ἄλλο μὲν οὐθὲν ἔχοντες φέρειν τῆς διαβολῆς οὔτε τεκμήριον οὔτε σημεῖον, δυσὶ δὲ τοῖς εἰκόσι τούτοις κρατυνόμενοι πρῶτον μέν, ὅτι πολλὰ καὶ καινὰ περὶ τὴν πολιτείαν διεγνωκὼς παρανομεῖν τὸν ἐναντιωσόμενον ὥσπερ ἐπὶ τῶν προτέρων ἐκ ποδῶν ἐβούλετο ποιήσασθαι, ἔπειτα ὅτι δεινοῦ πάθους γεγονότος οὐδεμίαν ἐποιήσατο τῶν δεδρακότων ζήτησιν, ἀλλʼ ἀμελείᾳ παρέδωκε τὸ πραχθέν, ὅπερ οὐκ ἂν ποιῆσαί §3.72.5τινα τῶν ἔξω τῆς αἰτίας ὑπαρχόντων.
那位著名的、杰出的鸟占官内维乌斯——我曾说过,当国王想要从较少数量增加部族时,他曾予以反对——在他因其占卜术而名声达到顶峰、在所有罗马人中拥有最大影响力的时候,不知是受到了某位同行的嫉妒,还是遭到了仇敌的阴谋陷害,又或者是遭遇了其他什么变故,突然失踪了。 他的亲属中没有任何人能够推测出他的死因,也无法找到他的尸体。 当民众对此感到愤怒,对这一不幸事件极其悲痛,并对许多人产生诸多怀疑时,马尔基乌斯的儿子们察觉到了群众的这种情绪,随即将这桩亵渎罪行的指控指向了塔尔昆乌斯国王。 对此指控,他们拿不出任何其他的证据或迹象,而是依靠以下这两个看似合理的推测来支持自己的论点:第一,国王因决定对国体进行许多不法的新变革,想要像以前那样,将任何可能反对他的人除掉;第二,尽管发生了如此可怕的事件,他却没有对行凶者进行任何调查,反而对所发生的事漠不关心,而这绝非任何与此案无关、清白无辜的人所能做出的。
παρασκευασάμενοι δὲ μεγάλας ἑταιρείας περὶ αὑτοὺς πατρικίων τε καὶ δημοτικῶν, οἷς τὰς ἑαυτῶν οὐσίας κατηγορήγουν, πολλὴν ἐποιοῦντο τοῦ Ταρκυνίου κατηγορίαν καὶ τῷ δήμῳ παρῄνουν μὴ περιορᾶν ἄνδρα μιαρὸν ἱεροῖς τε προσφέροντα τὰς χεῖρας καὶ τὴν ἐξουσίαν μιαίνοντα καὶ ταῦτʼ οὐκ ἐπιχώριον ἀλλʼ ἐπήλυτον ὄντα καὶ ἄπολιν.
他们围绕在自己身边组织起了由贵族和平民组成的庞大帮派,并向他们分发自己的财产以进行拉拢。 他们对塔尔昆乌斯进行了猛烈的指控,并劝告民众不要容忍这样一个邪恶的人:他不仅染指神圣之物,玷污了国家统治,而且他根本不是本地人,而是一个没有祖国的异乡人和流浪者。
§3.72.6τοιαῦτα κατὰ τὴν ἀγορὰν δημηγοροῦντες ἄνδρες ἰταμοὶ καὶ λέγειν οὐκ ἀδύνατοι πολλοὺς μὲν ἠρέθισαν τῶν δημοτικῶν, οἳ παραγενόμενον αὐτὸν εἰς τὴν ἀγορὰν ἀπολογίας χάριν ἐξελαύνειν ἐπεχείρησαν ὡς οὐ καθαρόν·
这些在广场上发表此类演说的人,既大胆又颇具口才,煽动了许多平民。 因此,当国王为了替自己辩护而来到广场时,这些平民企图将他作为不洁之人驱逐出去。
οὐ μὴν καταγωνίσασθαί γε τὴν ἀλήθειαν ἴσχυσαν οὐδὲ πεῖσαι τὸν δῆμον ἐδυνήθησαν ἐκβαλεῖν αὐτὸν ἐκ τῆς ἀρχῆς.
然而,他们并没有力量战胜真相,也未能说服民众将他从政权中驱逐出去。
§3.72.7ἐπεὶ δὲ αὐτός τε ἀπολογηθεὶς κράτιστα περὶ αὑτοῦ τὴν διαβολὴν ἀπελύσατο καὶ ὁ κηδεστὴς αὐτοῦ Τύλλιος, ᾧ τὴν ἑτέραν δεδωκὼς ἦν θυγατέρα, μέγιστον ἐν τῷ δήμῳ δυνάμενος εἰς ἔλεον τοὺς Ῥωμαίους ὑπηγάγετο, συκοφάνται καὶ πονηροὶ δόξαντες εἶναι καὶ πολλὴν ὀφλόντες αἰσχύνην ἀπῆλθον ἐκ τῆς ἀγορᾶς.
但是,当国王本人进行了极其精彩的辩护并洗清了对自己的诽谤,同时他的女婿图利乌斯(国王已将另一个女儿嫁给了他)——他在民众中拥有极大的影响力——引导罗马人产生同情心时,那些控告者被认为不过是诽谤者和恶棍,在蒙受了极大的耻辱后,退出了广场。