Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.69.1-3.69.6

卡皮托尔神殿的兴建与神圣吉兆

第 240 段,共 962 段 · 希腊语

内容简介

本文叙述了塔克文国王们在卡皮托尔山建造三大神殿的过程,以及在迁移既有祭坛时特尔米努斯和尤文塔斯神明拒绝让地的吉祥预言。

§3.69.1ἐνεχείρησε δὲ καὶ τὸν νεὼν κατασκευάζειν τοῦ τε Διὸς καὶ τῆς Ἥρας καὶ τῆς Ἀθηνᾶς ὁ βασιλεὺς οὗτος εὐχὴν ἀποδιδούς, ἣν ἐποιήσατο τοῖς θεοῖς ἐν τῇ τελευταίᾳ πρὸς Σαβίνους μάχῃ.
这位国王还着手建造宙斯、赫拉和雅典娜的神殿,以履行他在与萨宾人的最后一次交战中向神明许下的誓愿。
τὸν μὲν οὖν λόφον, ἐφʼ οὗ τὸ ἱερὸν ἔμελλεν ἱδρύεσθαι, πολλῆς δεόμενον πραγματείας ʽοὔτε γὰρ εὐπρόσοδος ἦν οὔτε ὁμαλός, ἀλλʼ ἀπότομος καὶ εἰς κορυφὴν συναγόμενος ὀξεῖανʼ ἀναλήμμασιν ὑψηλοῖς πολλαχόθεν περιλαβὼν καὶ πολὺν χοῦν εἰς τὸ μεταξὺ τῶν τε ἀναλημμάτων καὶ τῆς κορυφῆς ἐμφορήσας, ὁμαλὸν γενέσθαι παρεσκεύασε καὶ πρὸς ἱερῶν ὑποδοχὴν ἐπιτηδειότατον.
至于那个预定用于建立神域的山丘,由于它既不易攀登也不平坦,而是地势险峻且收缩为陡峭的山顶,因而需要大量的工程;因此,他在多处用高耸的护墙将其包围,并在护墙与山顶之间的空间填入大量的泥土,从而使该处变得平坦,极适合用于容纳神殿。
§3.69.2τοὺς δὲ θεμελίους οὐκ ἔφθασε θεῖναι τοῦ νεὼ χρόνον ἐπιβιώσας μετὰ τὴν κατάλυσιν τοῦ πολέμου τετραετῆ.
然而,他在战争结束后的四年余生中,没能来得及奠定神殿的基础。
πολλοῖς δʼ ὕστερον ἔτεσιν ὁ τρίτος βασιλεύσας ἀπʼ ἐκείνου Ταρκύνιος, ὁ τῆς ἀρχῆς ἐκπεσών, τούς τε θεμελίους κατεβάλετο καὶ τῆς οἰκοδομῆς τὰ πολλὰ εἰργάσατο.
多年以后,从他算起第三位即位的国王塔克文——即那个被驱逐下台的人——奠定了基础,并完成了大部分的建造工作。
οὐ μὴν ἐτελείωσε τὸ ἔργον οὐδʼ οὗτος, ἀλλʼ ἐπὶ τῶν ἐνιαυσίων ἀρχόντων τῶν κατὰ τὸν τρίτον ἐνιαυτὸν ὑπατευσάντων τὴν συντέλειαν ἔλαβεν ὁ νεώς.
不过,此人也未能最终完成这一工程,而是在第三年担任执政官的年度长官任内,神殿才宣告落成。
§3.69.3ἄξιον δὲ καὶ τὰ πρὸ τῆς κατασκευῆς αὐτοῦ γενόμενα διελθεῖν, ἃ παραδεδώκασιν ἅπαντες οἱ τὰς ἐπιχωρίους συναγαγόντες ἱστορίας.
此外,在神殿建造之前发生的事情也值得叙述,这些事情被所有编纂当地历史的人所记载。
ἐπειδὴ γὰρ ἔμελλε κατασκευάζειν ὁ Ταρκύνιος τὸν γαόν, συγκαλέσας τοὺς οἰωνομάντεις ἐκέλευσε τοῖς ἀνδράσι περὶ αὐτοῦ πρῶτον διαμαντεύσασθαι τοῦ τόπου, τίς ἐπιτηδειότατός ἐστι τῆς πόλεως χῶρος ἱερὸς ἀνεῖσθαι καὶ τοῖς θεοῖς αὐτοῖς μάλιστα κεχαρισμένος.
因为当塔克文准备建造神殿时,他召集了占卜官,并命令他们首先对地点本身进行占卜,以查明城中哪块地方最适合开辟为圣地,且最合乎神明自身的心意。
§3.69.4ἀποδειξάντων δʼ αὐτῶν τὸν ὑπερκείμενον τῆς ἀγορᾶς λόφον, ὃς τότε μὲν ἐκαλεῖτο Ταρπήιος, νῦν δὲ Καπιτωλῖνος, αὖθις ἐκέλευσεν αὐτοὺς διαμαντευσαμένους εἰπεῖν ἐν ὁποίῳ τοῦ λόφου χωρίῳ θέσθαι δεήσει τοὺς θεμελίους.
当他们指出矗立在广场上方的山丘(当时被称为塔培亚山,现在被称为卡皮托尔山)时,国王再次命令他们通过占卜,指出应该在这座山丘的哪个具体位置奠定基础。
τοῦτο δὲ οὐ πάνυ ῥᾴδιον ἦν· πολλοὶ γὰρ ἦσαν ἐν αὐτῷ βωμοὶ θεῶν τε καὶ δαιμόνων ὀλίγον ἀπέχοντες ἀλλήλων, οὓς ἔδει μετάγειν ἑτέρωσέ ποι, καὶ πᾶν ἀποδοῦναι τῷ μέλλοντι τοῖς θεοῖς τεμένει γενήσεσθαι τὸ δάπεδον.
但这绝非易事;因为山丘上密集地分布着许多神明和精灵的祭坛,必须将它们移往他处,并将整片土地腾出,奉献给未来将要成为神明圣域的场所。
§3.69.5ἔδοξε δὴ τοῖς οἰωνοπόλοις ὑπὲρ ἑκάστου βωμοῦ τῶν καθιδρυμένων διαμαντευσαμένοις, ἐὰν παραχωρῶσιν οἱ θεοὶ τότε κινεῖν αὐτούς.
于是,占卜官们决定对每一个已设立的祭坛进行占卜,看看神明是否允许移动它们。
οἱ μὲν οὖν ἄλλοι θεοί τε καὶ δαίμονες ἐπέτρεψαν αὐτοῖς εἰς ἕτερα χωρία τοὺς βωμοὺς σφῶν μεταφέρειν, οἱ δὲ τοῦ Τέρμονος καὶ τῆς Νεότητος πολλὰ παραιτουμένοις τοῖς μάντεσι καὶ λιπαροῦσιν οὐκ ἐπείσθησαν οὐδʼ ἠνέσχοντο παραχωρῆσαι τῶν τόπων.
其他的神明和精灵都允许他们将自己的祭坛移往他处,但特尔米努斯和尤文塔斯这两位神明,尽管占卜官们一再恳求并热切祈祷,却仍不肯被说服,也拒绝让出地方。
τοιγάρτοι συμπεριελήφθησαν αὐτῶν οἱ βωμοὶ τῇ κατασκευῇ τῶν ἱερῶν, καὶ νῦν ὁ μὲν ἕτερός ἐστιν ἐν τῷ προνάῳ τῆς Ἀθηνᾶς, ὁ δʼ ἕτερος ἐν αὐτῷ τῷ σηκῷ πλησίον τοῦ ἕδους.
因此,他们的祭坛被包纳在了神殿的建筑结构之中,如今,其中一个祭坛位于雅典娜神殿的前殿中,另一个则位于主殿内部、神像的近旁。
§3.69.6ἐκ δὲ τούτου συνέβαλον οἱ μάντεις, ὅτι τῆς Ῥωμαίων πόλεως οὔτε τοὺς ὅρους μετακινήσει καιρὸς οὐθεὶς οὔτε τὴν ἀκμὴν μεταβαλεῖ· καὶ μέχρι τῶν κατʼ ἐμὲ χρόνων ἀληθὲς αὐτῶν ἐστιν ἑκάτερον εἰκοστὴν ἤδη καὶ τετάρτην γενεάν.
占卜官们由此推断,任何时机都无法动摇罗马城邦的疆界,也无法改变其强盛的青春活力;直到我所生活的时代,这两点预言都依然是真实的,如今已历经了二十四个世代。

词汇与语法注释

  1. §3.69.1ὁμαλὸν γενέσθαι παρεσκεύασε — 不定式短语 ὁμαλὸν γενέσθαι 作为动词 παρεσκεύασε 的结果或目的补足语,意为“使(山丘)变得平坦”。
  2. §3.69.2οὐκ ἔφθασε θεῖναι — 动词 φθάνω 带有否定词并接不定式(或分词)构成惯用句式,表示“在做某事之前就……”或“未能来得及做某事”。此处指国王在奠定神殿基础之前便已去世。
  3. §3.69.5πολλὰ παραιτουμένοις τοῖς μάντεσι καὶ λιπαροῦσιν — 与格现在分词短语。作为与格支配动词 οὐκ ἐπείσθησαν(不服从、不被说服)的与格补足语,同时带有让步性质,表示“尽管占卜官们多次恳求并热切祈求”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.69.1-3.69.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.69.1-3.69.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。