Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.63.1-3.63.3

向萨宾人宣战与首战告捷

第 234 段,共 962 段 · 希腊语

内容简介

塔克文以萨宾人拒绝交出与埃特鲁里亚人勾结的内奸为由,向这唯一抗衡罗马统治权的民族宣战。萨宾人入侵罗马领土后,国王迅速出兵击败其劫掠部队,并在敌营附近驻扎等待援军。

§3.63.1ἑνὸς δὲ καταλειπομένου τοῦ Σαβίνων ἔθνους ἀντιπάλου Ῥωμαίοις ὑπὲρ τῆς ἀρχῆς ἄνδρας τε μαχητὰς ἔχοντος καὶ χώραν νεμομένου πολλὴν καὶ ἀγαθὴν καὶ τῆς Ῥώμης οὐ πρόσω κειμένην, πολλὴν ἔσχεν ὁ Ταρκύνιος προθυμίαν καὶ τούτους ὑπαγαγέσθαι καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον ἐγκαλῶν ταῖς πόλεσιν, ὅτι τοὺς ὑποσχομένους Τυρρηνοῖς ἐὰν ἀφίκωνται στρατὸν ἄγοντες εἰς τὴν χώραν αὐτῶν ἐκείνοις μὲν φίλας, Ῥωμαίοις δʼ ἐχθρὰς ποιήσειν τὰς σφετέρας πατρίδας οὐκ ἐβούλοντο ἐκδοῦναι.
由于只剩下萨宾人这一个民族在争夺统治权上与罗马人抗衡,他们不仅拥有善战的士兵,还占领着距离罗马不远的辽阔而肥沃的土地,塔克文极想将他们也一并征服。 于是,他向他们宣战,指责其城市不愿交出那些人——这些人曾向埃特鲁里亚人承诺,如果后者率军进入他们的土地,他们将使自己的祖国对埃特鲁里亚人友好而对罗马人敌对。
§3.63.2οἱ δὲ ἄσμενοί τε ὑποδέχονται τὸν πόλεμον οὐκ ἀξιοῦντες τοὺς δυνατωτάτους τῶν ἀστῶν ἀφαιρεθῆναι, καὶ πρὶν ἀφικέσθαι Ῥωμαίων δύναμιν ἐπὶ σφᾶς αὐτοὶ στρατὸν ἐξάγουσιν ἐπὶ τὴν ἐκείνων.
而萨宾人则欣然接受了战争,认为不应当交出自己市民中最有权势的人;在罗马军队抵达他们那里之前,他们自己便率军攻入罗马人的领土。
βασιλεὺς δὲ Ταρκύνιος ὡς ἤκουσε διαβεβηκότας τοὺς Σαβίνους Ἀνίητα ποταμὸν καὶ λεηλατούμενα ὑπʼ αὐτῶν τὰ περὶ τὴν παρεμβολὴν ἅπαντα, ἀναλαβὼν τὴν εὐζωνοτάτην Ῥωμαίων νεότητα ὡς εἶχε τάχους ἐξῆγεν ἐπὶ τοὺς διεσπαρμένους ἐπὶ τὰς προνομάς.
塔克文国王听说萨宾人已经渡过了阿尼奥河,且他们营地周围的一切都在被萨宾人劫掠,便率领罗马人中最敏捷的青年,尽其所能地迅速进军,去袭击那些为了抢劫而分散各处的萨宾人。
§3.63.3ἀποκτείνας δὲ πολλοὺς αὐτῶν καὶ τὴν λείαν ὅσην ἦγον ἀφελόμενος ἐγγὺς τῆς ἐκείνων παρεμβολῆς τίθεται τὸν χάρακα καὶ διαλιπὼν ὀλίγας τινὰς ἡμέρας, ἕως ἥ τε λοιπὴ δύναμις ἐκ τῆς πόλεως πρὸς αὐτὸν ἀφίκετο καὶ αἱ παρὰ τῶν συμμάχων ἐπικουρίαι συνήχθησαν, κατέβαινεν εἰς τὸ πεδίον ὡς μαχησόμενος.
在杀死了他们中的许多人并夺回了他们所携带的所有战利品之后,塔克文在萨宾人营地附近驻扎下来。 他等待了几天,直到城里的其余军队与他会合,并且盟友的援军也聚集完毕,才走下平原准备交战。

词汇与语法注释

  1. ¦p.v.1p.385¦ἑνὸς δὲ καταλειπομένου τοῦ Σαβίνων ἔθνους — 这是一个属格独立(genitive absolute)结构,主语是 τοῦ Σαβίνων ἔθνους,主要分词是 καταλειπομένου。该主语还受到两个并列的属格分词 ἔχοντος 和 νεμομένου 的修饰,构成了一个提供背景的冗长从属结构。
  2. §3.63.1τοὺς ὑποσχομένους ... ποιήσειν — 不定过去时分词 τοὺς ὑποσχομένους(承诺的人)以将来时不定式 ποιήσειν(将使……)作为宾语。其间插入了条件从句 ἐὰν ἀφίκωνται,呈现了直接引语条件句(ἐὰν ἀφίκωνται ... ποιήσομεν)嵌入不定式结构中的间接引语形式。
  3. §3.63.2ὡς εἶχε τάχους — 由关系副词 ὡς、作不及物动词使用的 ἔχω 以及部分属格 τάχους 构成的惯用表达,意为“尽其所能地迅速”。
  4. §3.63.3ἕως ἥ τε λοιπὴ δύναμις ... ἀφίκετο — 连词 ἕως 引导直陈式过去时动词(ἀφίκετο, συνήχθησαν),表示过去实际达到的界限(“直到其余军队抵达……”)。这明确了主句分词句 διαλιπὼν ὀλίγας τινὰς ἡμέρας(等待了几天)的时间终点。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.63.1-3.63.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.63.1-3.63.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。