Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.60.1-3.60.3

塔克文向埃特鲁里亚人提出宽大和约条件

第 231 段,共 962 段 · 希腊语

内容简介

塔克文国王接见埃特鲁里亚使节,在对方接受无条件投降后,他提出了宽大的和平条件,但要求获得对各城市的宗主权,并同意暂时休战。

§3.60.1ὁ δὲ βασιλεὺς ἀκούσας αὐτῶν πολλὰ διαλεχθέντων ἐπαγωγὰ πρὸς ἐπιείκειαν καὶ μετριότητα καὶ τῆς συγγενείας, ἧς εἶχε πρὸς τὸ ἔθνος, ὑπομιμνησκόντων ἓν τοῦτο μόνον ἔφη παρʼ αὐτῶν βούλεσθαι μαθεῖν, πότερον ἔτι διαφέρονται περὶ τῶν ἴσων καὶ ἐπὶ ῥητοῖς τισι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας πάρεισι ποιησόμενοι, ἢ συγγινώσκουσιν ἑαυτοῖς κεκρατημένοις καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ.
然而国王听见他们说了许多诱导他宽大与温和的话,并提醒他与该民族所拥有的亲缘关系,便对他们说,自己只想从他们那里了解这一件事:他们究竟是仍想在平等的基础上进行抗争、并根据某些特定条款来达成和平协定,还是承认自己已被征服、并将城市托付给他。
ἀποκριναμένων δʼ αὐτῶν ὅτι καὶ τὰς πόλεις ἐπιτρέπουσιν αὐτῷ καὶ τὴν εἰρήνην στέρξουσιν ἐφʼ οἷς ἄν ποτε δικαίοις αὐτῆς τύχωσι, περιχαρὴς ἐπὶ τούτοις γενόμενος, §3.60.2ἀκούσατε νῦν, ἔφησεν, ἐφʼ οἷς καταλύσομαι τὸν πόλεμον δικαίοις καὶ τίνας ὑμῖν δίδωμι χάριτας· ἐγὼ Τυρρηνῶν οὔτε ἀποκτεῖναί τινα πρόθυμός εἰμι οὔτε φυγάδα ποιῆσαι τῆς πατρίδος οὔτε ἀφαιρέσει τῶν ὑπαρχόντων ζημιῶσαι τάς τε πόλεις ὑμῖν ἀφίημι πάσας ἀφρουρήτους καὶ ἀφορολογήτους καὶ αὐτονόμους πολιτείας τε κόσμον ἑκάστῃ φυλάττειν συγχωρῶ τὸν ἀρχαῖον.
当他们回答说,他们既将城市托付给国王,且无论获得何种条件的和平都将甘于接受时,国王对此十分高兴,便说: “现在听听我将以何种条件结束战争,以及我给予你们什么恩惠:我既无意杀死任何一个埃特鲁里亚人,也无意让他们流亡异国,或通过没收财产来惩罚他们;我让你们所有的城市都不设驻军、不纳贡赋并保持自治,且允许每一座城市保留其古老的宪政秩序。
§3.60.3διδοὺς δὲ ταῦθʼ ὑμῖν ἓν οἴομαι δεῖν ἀνθʼ ὧν δίδωμι πάντων ὑπάρξαι μοι παρʼ ὑμῶν, τὴν ἡγεμονίαν τῶν πόλεων, ἧς κύριος μὲν ἔσομαι καὶ μὴ βουλομένων ὑμῶν ἕως ἂν κρατῶ τοῖς ὅπλοις, παρʼ ἑκόντων δὲ μᾶλλον ἢ παρʼ ἀκόντων τυχεῖν αὐτῆς βούλομαι.
然而,在给予你们这些的同时,我认为作为我所给予的一切的交换,你们应该满足我的一项要求:那就是对这些城市的宗主权。 只要我凭武力占据优势,即使你们不愿意,我也将成为其主宰;但我更希望从自愿者而非违心者手中获得它。
ταῦτʼ ἀπαγγέλλετε ταῖς πόλεσιν, ἐγὼ δὲ ὑμῖν ἐκεχειρίαν ἕως ἂν ἀφίκησθε παρέξειν ὑπισχνοῦμαι.
请把这些话转告给各城市,我承诺在你们回来之前,给你们提供休战期。 ”

词汇与语法注释

  1. 567ἀκούσας αὐτῶν πολλὰ διαλεχθέντων — 这是与听觉动词 ἀκούσας 连用的属格分词结构(知觉分词),其中属格代词 αὐτῶν 以及分词 διαλεχθέντων 和后文的 ὑπομιμνησκόντων 共同充当知觉动词的宾语(“听见他们说……”)。虽然也可以将其解释为属格独立结构,但作为知觉动词的直接宾语能使该句与主句的联系更为紧密。
  2. p.v.1p.382ἐφʼ οἷς ἄν ποτε δικαίοις αὐτῆς τύχωσι — 该句中出现了先行词并入关系从句(incorporation)的现象。其常规结构应为 ἐπὶ τοῖς δικαίοις, ὧν ἄν ποτε αὐτῆς τύχωσι(“在他们可能获得该[和平]的合理条件之下”),但先行词 δίκαια 被拉入关系从句中,并与关系代词 οἷς 同格。αὐτῆς 是指代 εἰρήνης 的代词,受动词 τυγχάνω 支配而使用属格。
  3. 568ἀνθʼ ὧν δίδωμι πάντων — 由介词 ἀντί(“作为……的交换”)支配的先行词 πάντων 被吸引并入关系从句中,并紧跟在关系代词 ὧν 之后,保持属格。其底层结构为 ἀντὶ πάντων ἃ δίδωμι(“作为我所给予的一切的交换”),但先行词的同化导致了语序的倒装。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.60.1-3.60.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.60.1-3.60.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。