§3.59.1τελευταία δὲ μάχη Ῥωμαίων καὶ Τυρρηνῶν ἐγένετο πόλεως Ἠρήτου πλησίον ἐν τῇ Σαβίνων γῇ.
罗马人与埃特鲁里亚人之间的最后一场战斗发生在萨宾人领地内的埃雷图姆市附近。
διʼ ἐκείνης γὰρ ἐποιήσαντο τὴν ἐπὶ τοὺς Ῥωμαίους ἔλασιν οἱ Τυρρηνοὶ πεισθέντες ὑπὸ τῶν ἐκεῖ δυνατῶν, ὡς συστρατευσομένων σφίσι τῶν Σαβίνων.
因为埃特鲁里亚人是在受到当地权贵们的说服,相信萨宾人会与他们一同出征后,才取道该地向罗马人进军的。
αἱ γὰρ ἑξαετεῖς αὐτοῖς περὶ τῆς εἰρήνης πρὸς Ταρκύνιον ἀνοχαὶ διεληλύθεσαν ἤδη, καὶ πολλοῖς τῶν Σαβίνων πόθος ἦν ἐπανορθώσασθαι τὰς προτέρας ἥττας ἐπιτεθραμμένης ἐν ταῖς πόλεσι νεότητος ἱκανῆς.
原来,他们与塔克文之间关于和平的六年停战协定已经届满,而且由于各城中已有足够数量的青年长大成人,许多萨宾人都渴望能挽回先前的败局。
§3.59.2οὐ μὴν ἐχώρησέ γε αὐτοῖς ἡ πεῖρα κατὰ νοῦν θᾶττον ἐπιφανείσης τῆς Ῥωμαίων στρατιᾶς, οὐδʼ ἐξεγένετο παρʼ οὐδεμιᾶς τῶν πόλεων κοινὴν ἀποσταλῆναι τοῖς Τυρρηνοῖς συμμαχίαν, ἀλλʼ ἐθελονταί τινες ἐπεκούρησαν αὐτοῖς ὀλίγοι μισθοῖς μεγάλοις ὑπαχθέντες.
然而,由于罗马军队出现得比预期要快,他们的企图未能如愿以偿;各城市也没有向埃特鲁里亚人派遣共同的盟军,只有少数自愿者在高额赏金的诱惑下协助了他们。
§3.59.3ἐκ ταύτης τῆς μάχης μεγίστης τῶν προτέρων γενομένης, ὅσας πρὸς ἀλλήλους ἐπολέμησαν, τὰ μὲν Ῥωμαίων πράγματα θαυμαστὴν ὅσην ἐπίδοσιν ἔλαβε νίκην ἐξενεγκαμένων καλλίστην, καὶ βασιλεῖ Ταρκυνίῳ τὴν τροπαιοφόρον πομπὴν κατάγειν ἥ τε βουλὴ καὶ ὁ δῆμος ἐψηφίσατο, τὰ δὲ τῶν Τυρρηνῶν ἔπεσε φρονήματα πάσας μὲν ἐξαποστειλάντων εἰς τὸν ἀγῶνα τὰς ἐξ ἑκάστης πόλεως δυνάμεις, ὀλίγους δέ τινας ἐκ πολλῶν τοὺς διασωθέντας ὑποδεξαμένων.
在这场他们彼此交战过的先前所有战斗中最大的一次战役之后,罗马人的事业因赢得了最辉煌的胜利而获得了惊人的提升,元老院和民众都投票决定为塔克文国王举行凯旋仪式;而埃特鲁里亚人的锐气则受挫,因为他们虽然派遣了各城市的全部兵力参战,却只在众人之中接回了少数幸存者。
οἱ μὲν γὰρ ἐν τῇ παρατάξει μαχόμενοι κατεκόπησαν, οἱ δʼ ἐν τῇ τροπῇ δυσχωρίαις ἐγκυρήσαντες ἀνεξόδοις παρέδοσαν τοῖς κεκρατηκόσιν ἑαυτούς.
因为在阵线中战斗的人被斩杀殆尽,而在败退中陷入无路可逃的险阻之地的人则向战胜者投降。
§3.59.4τοιαύτης μέντοι συμφορᾶς πειραθέντες οἱ δυνατώτατοι τῶν ἐν ταῖς πόλεσιν ἔργον ἐποίησαν ἀνθρώπων φρονίμων.
然而,遭受了如此灾难的各城权贵们做出了明智之举。
ἑτέραν γὰρ στρατιὰν ἐπʼ αὐτοὺς ἐξαγαγόντος βασιλέως Ταρκυνίου συναχθέντες εἰς μίαν ἀγορὰν περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι πρὸς αὐτὸν ἐψηφίσαντο καὶ πέμπουσι τοὺς πρεσβυτάτους ἄνδρας καὶ τιμιωτάτους ἐξ ἑκάστης πόλεως αὐτοκράτορας ἀποδείξαντες τῶν περὶ τῆς εἰρήνης ὁμολογιῶν.
因为当塔克文国王率领另一支军队前来讨伐他们时,他们聚集在一个集会上,投票决定同他谈判结束战争,并从每个城市派出最年长、最受尊敬的人,授以全权来达成和平协定。