§3.58.1Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλʼ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες.
于是,维哀人因那场战斗遭受重创,不再从城里出击,而是眼睁睁看着自己的领地被蹂躏而默默忍受。
βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, ἣ πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δʼ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος·
塔克文国王进行了三次入侵,并在三年的时间里剥夺了维哀人自己土地上的收获物,当他使大部分土地变得荒芜、且已无处可以继续破坏时,便率军前往凯雷人的城市。 这座城市在佩拉斯吉人居住时曾被称为阿吉拉,但在落入埃特鲁里亚人手中后改名为凯雷,它和埃特鲁里亚的任何其他城市一样富庶且人口众多。
§3.58.2ἐξ ἧς στρατιὰ μεγάλη μαχησομένη περὶ τῆς χώρας ἐξῆλθε καὶ πολλοὺς μὲν διαφθείρασα τῶν πολεμίων, πολλῷ δʼ ἔτι πλείους ἀποβαλοῦσα τῶν σφετέρων, εἰς τὴν πόλιν κατέφυγε.
从那座城市中派出了一支大军为保护领土而战,他们虽然消灭了许多敌军,但自己损失的人数却还要多得多,最终逃回城内。
τῆς δὲ χώρας αὐτῶν οἱ Ῥωμαῖοι κρατοῦντες ἄφθονα πάντα παρεχομένης συχνὰς διέτριψαν ἡμέρας, καὶ ἐπειδὴ καιρὸς ἀπάρσεως ἦν, ἄγοντες ὅσας οἷοί τε ἦσαν ὠφελείας ἀπῄεσαν ἐπʼ οἴκου.
罗马人占领了他们那提供丰富物资的土地,并在那里停留了数日,当到了撤军的时候,他们带着尽可能多的战利品返回了家园。
§3.58.3Ταρκύνιος δʼ ἐπειδὴ τὰ πρὸς Οὐιεντανοὺς ἐχώρησεν αὐτῷ κατὰ νοῦν, ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐξάγει τὴν στρατιὰν ἐκβαλεῖν τε βουλόμενος τὴν ἐν αὐτῇ φρουρὰν καὶ τοὺς παραδόντας τοῖς Τυρρηνοῖς τὰ τείχη τιμωρήσασθαι προθυμούμενος.
塔克文在对维哀人的战事如愿进行后,便率军前往斐迪奈攻打敌人,他既想要驱逐城内的守备队,又急于惩罚那些向埃特鲁里亚人献城投降的人。
ἐγένετο μὲν οὖν καὶ ἐκ παρατάξεως μάχη τοῖς Ῥωμαίοις πρὸς τοὺς ἐκ τῆς πόλεως ἐξελθόντας καὶ ἐν ταῖς τειχομαχίαις ἀγὼν καρτερός.
于是,不仅在从城里出来的敌军与罗马人之间展开了阵地战,而且在攻城战中也进行了激烈的争夺。
§3.58.4ἑάλω δʼ οὖν ἡ πόλις κατὰ κράτος, καὶ οἱ μὲν φρουροὶ δεθέντες ἅμα τοῖς ἄλλοις τῶν Τυρρηνῶν αἰχμαλώτοις ἦσαν ἐν φυλακῇ, Φιδηναίων δὲ οἱ δοκοῦντες αἴτιοι γεγονέναι τῆς ἀποστάσεως οἱ μὲν ὑπὸ μαστίγων αἰκισθέντες ἐν τῷ φανερῷ τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ φυγαῖς ἐζημιώθησαν ἀιδίοις· τὰς δὲ οὐσίας αὐτῶν διέλαχον οἱ καταλειφθέντες Ῥωμαίων ἔποικοί τε καὶ φρουροὶ τῆς πόλεως.
无论如何,这座城市最终被强攻攻克,守备队员被捆绑起来,与其他的埃特鲁里亚俘虏一起被关押监禁,而在斐迪奈人中,那些被认为是叛乱祸首的人,有的在公开场合饱受鞭笞拷问后被斩首,有的则被处以终身流放;他们的财产则被留守在该城的罗马殖民者和守备队员瓜分。