§3.53.1ταῖς δʼ ἑξῆς ἡμέραις ἀφικομένης τοῖς Λατίνοις ἑτέρας παρὰ Τυρρηνῶν συμμαχίας δεύτερος ἀγὼν γίνεται πολὺ μείζων τοῦ προτέρου, ἐξ οὗ νίκην ἀναιρεῖται βασιλεὺς Ταρκύνιος ἐπιφανεστάτην, ἧς αὐτὸς αἴτιος ὡμολογεῖτο ὑπὸ πάντων γεγενῆσθαι.
在随后的几天里,随着来自伊特鲁里亚人的另一支援军抵达拉丁人处,爆发了第二次战斗,规模远比前一次大得多。 塔克文国王从中赢得了极其辉煌的胜利,所有人都承认这一胜利是他本人所带来的。
§3.53.2καμνούσης γὰρ ἤδη τῆς Ῥωμαϊκῆς φάλαγγος καὶ κατὰ τὸ ἀριστερὸν κέρας παραρρηγνυμένης μαθὼν τὸ γινόμενον ἐλάττωμα περὶ τοὺς σφετέρους ʽἔτυχε δὲ τότε μαχόμενος ἐπὶ τοῦ δεξιοῦ κέρατοσʼ τὰς κρατίστας τῶν ἱππέων ἴλας ἐπιστρέψας καὶ τῶν πεζῶν τοὺς ἀκμαιοτάτους ἀναλαβὼν ἦγε κατὰ νώτου τῆς ἑαυτοῦ στρατιᾶς καὶ παραλλάξας τὸ ἀριστερὸν κέρας ἤλαυνεν ἔτι προσωτέρω τῆς φάλαγγος.
因为当罗马方阵已经疲惫不堪,且在左翼被击破时,他得知己方出现了这一劣势(当时他正好在右翼战斗),便调转了最强壮的骑兵中队,并带上步兵中最精锐的士兵,沿着自己军队的后方前进,在绕过左翼后,走到了方阵更前方。
ἔπειτα ἐπιστρέψας ἐπὶ δόρυ καὶ τὰ κέντρα προσβαλὼν τοῖς ἵπποις εἰς πλαγίους ἐμβάλλει τοὺς τῶν Τυρρηνῶν λόχους ʽοὗτοι γὰρ ἐπὶ τοῦ δεξιοῦ τῶν πολεμίων μαχόμενοι κέρατος ἐτρέψαντο τοὺς καθʼ ἑαυτούσʼ, ἐπιφανεὶς δʼ αὐτοῖς ἀπροσδόκητος πολλὴν ἔκπληξιν καὶ ταραχὴν παρέσχεν.
接着,他向右转,驱马扬鞭,冲入伊特鲁里亚人连队的侧翼(因为这些人当时在敌人的右翼战斗,已经击溃了与他们对峙的部队),他的突然出现给他们带来了巨大的惊恐和混乱。
§3.53.3ἐν δὲ τούτῳ καὶ ἡ πεζὴ τῶν Ῥωμαίων δύναμις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ προτέρου δείματος εἰς ἀντίπαλα ἐχώρει, καὶ μετὰ τοῦτο φόνος τε πολὺς τῶν Τυρρηνῶν ἐγίνετο καὶ τροπὴ τοῦ δεξιοῦ κέρατος παντελής.
与此同时,罗马步兵部队也从先前的恐惧中恢复过来,重整旗鼓,势均力敌地向前推进;此后,伊特鲁里亚人遭到惨重杀戮,其右翼彻底溃败。
Ταρκύνιος δὲ τοῖς ἡγεμόσι τῶν πεζῶν ἀκολουθεῖν κελεύσας ἐν κόσμῳ καὶ βάδην αὐτὸς ἐπὶ τὸ στρατόπεδον ἐχώρει τὸ τῶν πολεμίων ἐλαύνων τοὺς ἵππους ἀνὰ κράτος, φθάσας δὲ τοὺς ἐκ τῆς τροπῆς ἀνασωζομένους ἐγκρατὴς γίνεται τοῦ χάρακος εὐθὺς ἐξ ἐφόδου.
塔克文命令步兵指挥官们保持整齐队形、以步行速度跟进,他自己则全速策马奔向敌军营地,赶在那些从溃败中逃回的人之前,凭借首次冲锋立即占领了营地。
οἱ γὰρ ἐν αὐτῷ καταλειφθέντες οὔτε τὴν κατασχοῦσαν τοὺς σφετέρους συμφορὰν προεγνωκότες οὔτε τοὺς προσιόντας ἱππεῖς γνωρίσαι διὰ τὸ αἰφνίδιον τῆς ἐφόδου δυνηθέντες εἴασαν αὐτοὺς παρελθεῖν.
因为留在营地里的人,既没有预料到己方所遭遇的灾难,也因袭击过于突然而无法认出逼近的骑兵,便放任他们进入了营地。
§3.53.4ἁλούσης δὲ τῆς παρασκευῆς τῶν Λατίνων οἱ μὲν ἀναχωροῦντες ἐκ τῆς τροπῆς ὡς εἰς ἀσφαλῆ καταφυγὴν ὑπὸ τῶν καταλαβομένων αὐτὴν ἱππέων ἀπώλλυντο, οἱ δʼ ἐκ τοῦ στρατοπέδου φεύγειν ὁρμήσαντες εἰς τὸ πεδίον ὑπὸ τῆς Ῥωμαϊκῆς φάλαγγος ὁμόσε χωρούσης ἀπέθνησκον, οἱ δὲ πλείους αὐτῶν ὠθούμενοί τε ὑπʼ ἀλλήλων καὶ καταπατούμενοι περὶ τοῖς σκόλοψιν ἢ κατὰ τὰς τάφρους τὸν οἴκτιστόν τε καὶ ἀγεννέστατον τρόπον διεφθάρησαν·
随着拉丁人的营地失陷,那些从溃败中撤回、将其视为安全避难所的人,被已经占领营地的骑兵消灭;而那些急于从营地逃往平原的人,则被逼近的罗马方阵杀死;他们中的大多数人互相推挤、踩踏,在逆木周围或壕沟中以最可怜、最屈辱的方式丧生。
ὥστʼ ἠναγκάσθησαν οἱ περιλειπόμενοι τῆς σωτηρίας οὐδένα πόρον εὑρεῖν δυνάμενοι παραδοῦναι τοῖς κεκρατηκόσιν ἑαυτούς.
结果,幸存者无法找到任何求生之路,被迫向征服者投降。
§3.53.5γενόμενος δὲ ὁ Ταρκύνιος πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατὴς τοὺς μὲν αἰχμαλώτους ἀπέδοτο, τὰ δʼ ἐν τῷ χάρακι καταληφθέντα τοῖς στρατιώταις ἐχαρίσατο.
塔克文在获取了大量战俘和财物后,将战俘变卖,并把营地中缴获的物资赏赐给了士兵。