Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.54.1-3.54.3

拉丁诸城的臣服与塔克文的凯旋式

第 225 段,共 962 段 · 希腊语

内容简介

塔克文国王迫使拉丁人的城市投降,以极其温和的条件与其缔结和约,并举行了凯旋式。

§3.54.1ταῦτα διαπραξάμενος ἐπὶ τὰς πόλεις τῶν Λατίνων ἦγε τὴν δύναμιν, ὡς μάχῃ τὰς μὴ προσχωρούσας αὐτῷ παραστησόμενος·
完成这些事情后,他率军向拉丁人的城市进发,企图通过战斗使那些不愿归顺他的城市屈服。
οὐ μὴν ἐδέησέ γε αὐτῷ τειχομαχίας.
然而,他确实不需要进行任何围城战。
ἅπαντες γὰρ εἰς ἱκεσίας καὶ δεήσεις ἐτράποντο καὶ πρέσβεις ἀπὸ τοῦ κοινοῦ πέμψαντες καταλύσασθαι τὸν πόλεμον ἠξίουν ἐφʼ οἷς αὐτὸς ἠβούλετο καὶ τὰς πόλεις παρέδοσαν.
因为所有人都转而进行哀求和祈祷,并从联盟中派来使者,请求按照他自己所期望的条件结束战争,并交出了城市。
§3.54.2γενόμενος δὲ τῶν πόλεων κατὰ τάσδε τὰς ὁμολογίας ὁ βασιλεὺς κύριος ἐπιεικέστατα πάσαις προσηνέχθη καὶ μετριώτατα.
根据这些协议,国王成为了这些城市的统治者,他对所有城市都表现得极其宽大和温和。
οὔτε γὰρ ἀπέκτεινεν οὔτε φεύγειν ἠνάγκασεν οὔτε χρήμασιν ἐζημίωσε Λατίνων οὐδένα γῆν τε αὐτοῖς καρποῦσθαι τὴν ἑαυτῶν ἐπέτρεψε καὶ πολιτεύμασι χρήσασθαι τοῖς πατρίοις ἐφῆκεν, ἀποδοῦναι δὲ αὐτοὺς ἐκέλευσε Ῥωμαίοις τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους ἄνευ λύτρων θεράποντάς τε ἀποκαταστῆσαι τοῖς δεσπόταις ὅσων ἐγένοντο κατὰ τὰς προνομὰς κύριοι καὶ χρήματα ὅσα τοὺς γεωργοὺς ἀφείλοντο διαλῦσαι καὶ εἴ τι ἄλλο κατέβλαψαν ἢ διέφθειραν ἐν ταῖς εἰσβολαῖς ἐπανορθῶσαι.
因为他既没有处死,也没有强迫流放,也没有用罚金处罚任何一个拉丁人,而是允许他们享用自己的土地,并准许他们使用祖传的政体;但他命令他们将逃兵和战俘无偿归还给罗马人,将他们在掠夺中占有的所有仆人归还给原主人,赔偿他们从农民那里夺走的所有财物,并修复他们在入侵期间所造成或破坏的其他任何损失。
§3.54.3ταῦτα δὲ ποιήσαντας εἶναι φίλους Ῥωμαίων καὶ συμμάχους ἅπαντα πράττοντας ὅσα ἂν ἐκεῖνοι κελεύωσιν.
而在做完这些事后,他们将成为罗马人的朋友和盟友,并履行罗马人所命令的一切。
ὁ μὲν δὴ πρὸς Λατίνους συστὰς Ῥωμαίοις πόλεμος εἰς τοῦτο τὸ τέλος κατέσκηψε, καὶ βασιλεὺς Ταρκύνιος τὸν ἐπινίκιον ἐκ τοῦ πολέμου τούτου κατήγαγε θρίαμβον.
至此,罗马人与拉丁人之间爆发的战争便以此告终,塔克文国王举行了因这场战争胜利而举办的凯旋仪式。

词汇与语法注释

  1. 556οὐ μὴν ἐδέησέ γε αὐτῷ τειχομαχίας — 无人称动词 δεῖ(此处为不定过去时 ἐδέησε)与与格(αὐτῷ)和属格(τειχομαχίας)连用,表示“某人需要某物”的句式。这不同于更常见的“δεῖ + 宾格 + 不定式”结构,所需的事物(τειχομαχίας)在此处用属格表示。
  2. p.v.1p.374ὅσων ἐγένοντο κατὰ τὰς προνομὰς κύριοι — 关系代名词 ὅσων 本应为宾格(ὅσους)以与其先行词名词 θεράποντας 一致,但由于受到关系从句中形容词 κύριοι 所支配的属格影响,发生了格的同化(assimilation)而变为属格。
  3. p.v.1p.374ταῦτα δὲ ποιήσαντας εἶναι φίλους Ῥωμαίων — 宾格复数分词 ποιήσαντας 作不定式 εἶναι 的逻辑主语(宾格),并受前句主要控制动词 ἐκέλευσε(命令)的支配。其采用宾格复数形式是为了与作为命令对象的拉丁人(αὐτούς)保持一致。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.54.1-3.54.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.54.1-3.54.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。