Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.52.1-3.52.4

拉丁人入侵与罗马人的激战

第 223 段,共 962 段 · 希腊语

内容简介

拉丁人与萨宾人侵入罗马领土,罗马国王决定全力对抗拉丁军队。双方在激战中不分胜负,但次日不同的应对态度表明了罗马军队的优势。

§3.52.1ταύταις ἐπαρθέντες ταῖς ἐλπίσιν οἱ Λατῖνοι παρασκευασάμενοι δύναμιν οἰκείαν συχνὴν καὶ τὴν παρὰ Τυρρηνῶν προσλαβόντες εἰς τὴν Ῥωμαίων γῆν ἐνέβαλον, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τοῦ Σαβίνων ἔθνους αἱ τοῦ πολέμου κοινωνήσειν αὐτοῖς ὑποσχόμεναι πόλεις τὴν προσόμουρον κυροῦσαν αὐταῖς χώραν ἐδῄουν.
拉丁人因这些希望而深受鼓舞,准备了相当数量的本土军队,并接纳了来自伊特鲁里亚人的援军,侵入了罗马人的土地;与此同时,萨宾人中那些曾承诺与他们共同参战的城市,也开始蹂躏与自身接壤的邻近地区。
ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς παρασκευασάμενος καὶ αὐτὸς ἐν τῷ μεταξὺ χρόνῳ πολλὴν καὶ ἀγαθὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους διὰ §3.52.2ταχέων.
而罗马国王在这期间自己也准备了一支庞大而精良的军队,迅速率军迎击敌人。
Σαβίνοις μὲν οὖν ἅμα καὶ Λατίνοις πολεμεῖν καὶ διαιρεῖν εἰς δύο μέρη τὴν δύναμιν οὐκ ἀσφαλὲς ὑπέλαβεν εἶναι, ἅπασαν δὲ τὴν στρατιὰν ἐπὶ Λατίνους ἄγειν ἐβουλεύσατο καὶ τίθεται πλησίον αὐτῶν τὸν χάρακα.
他认为,同时与萨宾人和拉丁人交战并将军队分为两部分是不安全的,于是决定将全军引向拉丁人,并在他们附近安营扎寨。
κατʼ ἀρχὰς μὲν οὖν ὀκνηρῶς εἶχον ἑκάτεροι πάσαις ἀποκινδυνεῦσαι ταῖς δυνάμεσι δεδιότες τὰς ἀλλήλων παρασκευάς, ἀκροβολισμοὺς δὲ κατιόντες ἐκ τῶν ἐρυμάτων οἱ ψιλοὶ παρʼ ἑκατέρων συνεχεῖς ἐποιοῦντο καὶ ἦσαν ὡς τὰ πολλὰ ἰσόμαχοι·
起初,双方都因害怕彼此的准备而迟疑于用全部兵力冒险决战,但双方的轻装部队从防御工事中下来,不断进行前哨战,且多互有胜负。
§3.52.3χρόνῳ δʼ ὕστερον ἐμπεσούσης ἀμφοτέροις ἐκ τῶν τοιούτων ἁψιμαχιῶν φιλονεικίας ἐπιβοηθοῦντες ἑκάτεροι τοῖς σφετέροις, ὀλίγοι μὲν τὸ πρῶτον, ἔπειτα σύμπαντες ἠναγκάσθησαν ἐκ τῶν στρατοπέδων προελθεῖν.
但随后,由于这类小规模交火在双方中激起了竞争心,双方各自增援己方人员,起初只是少数人,接着全军都被迫走出营地。
καὶ καταστάντες εἰς μάχην ἄνδρες οὔτε πολεμικῶν ἀγώνων ἀτριβεῖς οὔτε πλήθει πολὺ ἀποδέοντες ἀλλήλων πεζοί τε καὶ ἱππεῖς προθυμίᾳ τε ὡρμημένοι πρὸς τὸν πόλεμον ὁμοίᾳ καὶ κινδύνων τὸν ἔσχατον ἀναρριπτεῖν νομίσαντες ἠγωνίσαντο μὲν ἀμφότεροι λόγου ἀξίως, διεκρίθησαν δὲ ἀπʼ ἀλλήλων ἰσόμαχοι νυκτὸς ἐπιλαβούσης.
他们投入了战斗——这些人在战争冲突中并非不熟练,在人数上也相差无几,无论是步兵还是骑兵,都以同样的热情投入战争,并做好了冒着极大危险的准备——双方都表现得可圈可点,但因夜幕降临,他们在不分胜负的情况下各自退去。
§3.52.4ἡ μέντοι μετὰ τὸν ἀγῶνα διάνοια ἑκατέρων οὐχ ὁμοία γενομένη φανεροὺς ἐποίησε τοὺς κρεῖττον ἀγωνισαμένους τῶν ἑτέρων· τῇ γὰρ ἑξῆς ἡμέρᾳ Λατῖνοι μὲν οὐκέτι προῄεσαν ἐκ τοῦ χάρακος, ὅ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐξαγαγὼν τὰς δυνάμεις εἰς τὸ πεδίον ἕτοιμος ἦν ἑτέραν ποιεῖσθαι μάχην καὶ μέχρι πολλοῦ κατέσχεν ἐν τάξει τὴν φάλαγγα.
然而,战斗后双方不同的心态,显露出了哪一方比另一方表现得更好:因为在第二天,拉丁人不再从营地中出来,而罗马国王则将军队带到平原上,做好了再次交战的准备,并长期保持着方阵的整齐队形。
ὡς δʼ οὐκ ἀντεπεξῄεσαν οἱ πολέμιοι, σκυλεύσας αὐτῶν τοὺς νεκροὺς καὶ τοὺς ἰδίους ἀνελόμενος σὺν πολλῷ αὐχήματι ἀπῆγε τὴν στρατιὰν ἐπὶ τὸν ἑαυτοῦ χάρακα.
当敌人没有出来迎战时,他剥去了敌方死者盔甲,收回了己方的遗体,带着极大的自豪将军队带回了自己的营地。

词汇与语法注释

  1. 3.52.1αἱ τοῦ πολέμου κοινωνήσειν αὐτοῖς ὑποσχόμεναι πόλεις — 未来不定式 κοινωνήσειν 的逻辑主语因与其支配分词 ὑποσχόμεναι 的主语(萨宾人的城市)相同而省略。此外,κοινωνέω 通常接属格,但在此处作为“与……协同/共同参与”之意,接了与格 αὐτοῖς(拉丁人)。
  2. 3.52.3καταστάντες εἰς μάχην ἄνδρες ... ἠγωνίσαντο — 句子的主语 ἄνδρες(以及同位语 πεζοί τε καὶ ἱππεῖς)与主动词 ἠγωνίσαντο 之间被两个否定修饰成分(οὔτε... ἀτριβεῖς, οὔτε... ἀποδέοντες)和两个伴随分词短语(ὡρμημένοι, νομίσαντες)严重隔开。句子的骨格为“投入战斗的人们(尽管处于……状态)双方都进行了英勇的战斗”。
  3. 3.52.4φανεροὺς ἐποίησε τοὺς κρεῖττον ἀγωνισαμένους τῶν ἑτέρων — φανεροὺς ἐποίησε(表明了)的宾语是带冠词的名词化分词短语 τοὺς ... ἀγωνισαμένους(表现得更好的人)。τῶν ἑτέρων 是修饰比较级副词 κρεῖττον 的比较属格,意为“比另一方”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.52.1-3.52.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.52.1-3.52.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。