Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.50.1-3.50.8

科拉提亚等地的平定与菲德奈战役

第 221 段,共 962 段 · 希腊语

内容简介

塔尔奎尼乌斯国王征服了诺门塔、科拉提亚和科尔尼科鲁姆等城市,并任命他的侄子塔尔奎尼乌斯·阿伦斯治理科拉提亚。为此感到愤怒的拉丁人联合向罗马领土发起进攻,但罗马军队在菲德奈附近的会战中击败了他们。

§3.50.1τὰ δʼ αὐτὰ καὶ Νωμεντανοῖς διανοηθεῖσι τῶν αὐτῶν τυχεῖν ἐξεγένετο.
抱着相同意图的诺门塔人,也得以获得了相同的结局。
καὶ γὰρ οὗτοι λῃστήρια πέμποντες ἐπὶ τοὺς Ῥωμαίων ἀγροὺς πολέμιοι κατέστησαν αὐτοῖς ἐκ τοῦ προφανοῦς ταῖς Λατίνων πεποιθότες συμμαχίαις· στρατεύσαντος δʼ ἐπʼ αὐτοὺς Ταρκυνίου καὶ τῆς Λατίνων ἐπικουρίας ὑστεριζούσης οὐχ οἷοί τε ὄντες αὐτοὶ πρὸς τοσαύτην δύναμιν ἀντέχειν, ἱκετηρίας ἀναλαβόντες ἐξῆλθον ἐκ τῆς πόλεως καὶ παρέδοσαν ἑαυτούς.
因为他们也曾派遣掠夺队前往罗马人的田野,凭借着拉丁人的同盟而公然成为了罗马人的敌人;然而,当塔尔奎尼乌斯向他们出兵,而拉丁人的援军迟迟未到时,他们自身无法抵抗如此强大的军队,便手持象征恳求的橄榄枝走出城市,自愿投降。
§3.50.2οἱ δὲ τὴν καλουμένην Κολλατίαν κατοικοῦντες ἐπειράθησαν μὲν ἐλθεῖν διὰ μάχης πρὸς τὰς Ῥωμαίων δυνάμεις καὶ προῆλθον ἔξω τῆς πόλεως, ἐν ἁπάσαις δὲ ταῖς συμπλοκαῖς ἐλαττούμενοι καὶ πληγὰς πολλὰς λαμβάνοντες ἠναγκάσθησαν πάλιν εἰς τὸ τεῖχος καταφυγεῖν καὶ διεπέμποντο πρὸς τὰς Λατίνων πόλεις αἰτούμενοι συμμαχίαν.
而居住在所谓的科拉提亚的人们,则试图与罗马人的军队交战,并走到了城外;但在所有的交锋中,他们都处于劣势并遭受了沉重的打击,被迫再次退避到城墙内,并向各个拉丁人城市派出使者请求结盟。
ὡς δὲ βραδύτερα τὰ παρʼ ἐκείνων ἦν, καὶ κατὰ πολλὰ μέρη τοῦ τείχους οἱ πολέμιοι τὰς προσβολὰς ἐποιοῦντο, παραδοῦναι τὴν πόλιν ἠναγκάσθησαν σὺν χρόνῳ.
由于对方的行动过于迟缓,且敌人在城墙的许多地方发起进攻,他们随着时间的推移不得不交出城市。
§3.50.3οὐ μέντοι τῆς αὐτῆς μετριότητος ἔτυχον, ἧς Νωμεντανοί τε καὶ Κρουστομερῖνοι, ἀλλʼ ὅπλά τε ὁ βασιλεὺς ἀφείλετο καὶ εἰς χρήματα ἐζημίωσε καὶ φρουρὰν κατέλιπεν ἐν τῇ πόλει τὴν ἱκανὴν ἄρχειν τε αὐτῶν ἔταξε τὴν ἀνυπεύθυνον ἀρχὴν διὰ βίου Ταρκύνιον Ἄρροντα τὸν ἴδιον ἀδελφιδοῦν, ὃς μετὰ τὴν τελευτὴν τοῦ τε πατρὸς Ἄρροντος καὶ τοῦ πάππου Δημαράτου γενόμενος οὔτε τῶν πατρῴων οὔτε τῶν τοῦ πάππου χρημάτων τὴν προσήκουσαν ἐκληρονόμησε μοῖραν καὶ διὰ ταύτην τὴν αἰτίαν Ἠγέριος ἐπωνομάσθη.
然而,他们并没有获得像诺门塔人和克鲁斯托梅里尼人那样宽大的待遇;相反,国王没收了他们的武器,对其处以金钱罚款,并在城中留下了足够的守备队,并任命他自己的侄子塔尔奎尼乌斯·阿伦斯终身拥有不负外部责任的权力来统治他们。
τοὺς γὰρ ἀπόρους καὶ πτωχοὺς οὕτως ὀνομάζουσι Ῥωμαῖοι.
此人由于是在其父阿伦斯和祖父德马拉托斯去世后才出生的,因此未能继承其父或其祖父财产中应得的份额,由于这个原因,他被冠以“埃格里乌斯”的绰号;因为罗马人把那些一无所有和贫困的人称为这个名字。
ἐξ οὗ δὲ παρέλαβε τὴν ἐκείνης τῆς πόλεως ἐπιμέλειαν αὐτός τε Κολλατῖνος ἐπεκλήθη καὶ πάντες οἱ ἀπʼ ἐκείνου γενόμενοι.
自从他接管了该城市的治理后,他自己被称为科拉提努斯,所有他的后代也都被这样称呼。
§3.50.4μετὰ δὲ τὴν Κολλατίας παράδοσιν ἐπὶ τὸν καλούμενον Κορνίκολον ὁ βασιλεὺς ἐστράτευσεν· ἦν δὲ κἀκείνη τοῦ Λατίνων ἔθνους ἡ πόλις.
在科拉提亚降服之后,国王便对所谓的科尔尼科鲁姆征战;那也是拉丁民族的一座城市。
λεηλατήσας δὲ τὴν χώραν αὐτῶν κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου πρὸς αὐτὴν στρατεύεται τὴν πόλιν προκαλούμενος τοὺς ἄνδρας εἰς φιλίαν·
在由于无人防守而非常安全地掠夺了他们的土地之后,他向该城市本身发起进攻,并邀请城里的人们建立友好关系。
οὐ βουλομένων δὲ αὐτῶν εἰς διαλλαγὰς ἐλθεῖν, ἀλλὰ καὶ τοῦ τείχους τῇ ἐχυρότητι πεποιθότων καὶ συμμαχίας πολλαχόθεν ἥξειν οἰομένων, περὶ πάντα τὸν κύκλον τῆς πόλεως τὴν δύναμιν περιστήσας ἐτειχομάχει.
但他们不愿达成和解,反而凭借城墙的坚固,并以为各处会有盟军赶来,于是国王将军队包围在城市的四周,发起攻城战。
§3.50.5οἱ δὲ Κορνικολανοὶ πολὺν μὲν χρόνον ἀνδρείως ἀπομαχόμενοι πολλὰς τοῖς προσβαλοῦσι πληγὰς ἔδωκαν, κάμνοντες δὲ τῇ συνεχείᾳ τῶν πόνων καὶ οὐδὲ τὴν αὐτὴν ἔτι γνώμην ἅπαντες φυλάττοντες ʽτοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχεινʼ διʼ αὐτὸ τὸ στασιάζειν μάλιστα καταπονούμενοι κατὰ κράτος ἑάλωσαν.
科尔尼科拉尼人勇敢地防守了很长时间,给进攻者造成了许多伤亡,但由于持续的劳累而感到疲惫,并且内部也不再保持相同的意见(因为一些人主张投降,而另一些人则主张抵抗到底),由于内讧而饱受折磨,最终城市被强攻攻克。
§3.50.6τὸ μὲν οὖν κράτιστον αὐτῶν μέρος ἐν τῇ καταλήψει τῆς πόλεως μαχόμενον διεφθάρη, τὸ δὲ ἀγεννὲς καὶ διὰ τοῦτο σωθὲν ἐν ἀνδραπόδων ἐπράθη λόγῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ἡ δὲ πόλις αὐτῶν διαρπασθεῖσα ὑπὸ τῶν κεκρατηκότων ἐνεπρήσθη.
结果,他们之中最优秀的成员在夺城之战中英勇牺牲,而那些卑劣的、也因此保全性命的人,则与他们的妻子和儿女一起被当做奴隶卖掉,他们的城市在被洗劫后,被征服者付之一炬。
§3.50.7ἐφʼ οἷς οἱ Λατῖνοι χαλεπῶς φέροντες ἐψηφίσαντο κοινῇ στρατιὰν ἐπὶ Ῥωμαίους ἐξαγαγεῖν καὶ παρασκευασάμενοι πολλὴν δύναμιν εἰς τὴν κρατίστην χώραν αὐτῶν ἐνέβαλον, ἐξ ἧς αἰχμαλώτους τε πολλοὺς ἀπήγαγον καὶ λείας ἐγένοντο μεγάλης κύριοι.
拉丁人对此感到愤恨,共同决定对罗马人发动战争,并在准备了大军之后,攻入罗马人最肥沃的土地,带走了许多俘虏,并掠夺了大量的战利品。
βασιλεὺς δὲ Ταρκύνιος ἐξῆλθε μὲν ἐπʼ αὐτοὺς τὴν εὔζωνόν τε καὶ ἐν ἑτοίμῳ δύναμιν ἐπαγόμενος, οὐκέτι δὲ καταλαβεῖν αὐτοὺς φθάσας εἰς τὴν ἐκείνων χώραν ἐνέβαλε καὶ τὰ ὅμοια διέθηκε.
塔尔奎尼乌斯国王亲率一支轻装即应的军队出击,但未能及时追上他们,于是他侵入拉丁人的土地,并对他们进行了同样的报复。
§3.50.8τοιαῦτα συνέβαινε πολλὰ παραλλὰξ ἑκατέροις ἐπὶ τὰς ὁμόρους χώρας ἐκστρατευομένοις ἐλαττώματά τε καὶ πλεονεκτήματα, μία δὲ αὐτῶν ἐκ παρατάξεως ἐγένετο μάχη Φιδήνης πόλεως πλησίον ἁπάσαις συμβαλόντων ταῖς δυνάμεσιν, ἐν ᾗ πολλοὶ μὲν ἔπεσον ἀμφοτέρων, ἐνίκησαν δὲ Ῥωμαῖοι καὶ τοὺς Λατίνους ἠνάγκασαν λιπόντας τὸν χάρακα νύκτωρ εἰς τὰς ἑαυτῶν πόλεις ἀπελθεῖν.
随着双方轮番向邻近的领土出兵,许多类似的失利和优势在两边交替发生,但只有一次会战是在菲德奈城附近进行的,双方都投入了全部兵力,在这次战斗中双方都伤亡惨重,但罗马人取得了胜利,并迫使拉丁人在夜间抛弃营地,撤回他们自己的城市。

词汇与语法注释

  1. §3.50.1τὰ δʼ αὐτὰ καὶ Νωμεντανοῖς διανοηθεῖσι τῶν αὐτῶν τυχεῖν ἐξεγένετο — 非人称动词 ἐξεγένετο(意为“对……是可能的”或“被允许”)支配与格(Νωμεντανοῖς διανοηθεῖσι)和不定式短语(τῶν αὐτῶν τυχεῖν)。主语 τὰ δʼ αὐτά(“相同的事情”,指像克鲁斯托梅里尼人那样获得宽大处理的遭遇)以及不定式的属格宾语 τῶν αὐτῶν(“相同的命运”)皆指代上述无血开城及获宽大对待的同一结果。
  2. §3.50.3ὃς μετὰ τὴν τελευτὴν τοῦ τε πατρὸς Ἄρροντος καὶ τοῦ πάππου Δημαράτου γενόμενος — 动词 γίγνομαι 的不定过去时分词 γενόμενος 在此意为“出生”,表明他在父亲和祖父去世“之后才出生”(即作为遗腹子出生)的时间关系。
  3. §3.50.5τοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχειν — 这是非人称动词 ἐδόκει(“……似乎是好的”或“……决定”)的句法结构。呈对照关系的与格冠词(τοῖς μὲν ... τοῖς δέ)分别充当其对应不定式(παραδιδόναι / ἀντέχειν)的逻辑主语,意为“因为对一些人来说,移交城市似乎是好的;而对另一些人来说,抵抗到底……”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.50.1-3.50.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.50.1-3.50.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。