Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.43.1-3.43.2

阿文丁山的筑城与被征服居民的定居

第 214 段,共 962 段 · 希腊语

内容简介

安库斯·马尔基乌斯国王将阿文丁山用城墙围起,将其并入罗马城,并在此安置被征服城市的居民,从而扩大了城市并加强了防御。

§3.43.1πρῶτον μὲν τῇ πόλει μοῖραν οὐ μικρὰν προσέθηκεν τειχίσας τὸν λεγόμενον Ἀουεντῖνον·
首先,他通过用城墙围起所谓的阿文丁山,为城市增加了一个不小的部分。
ἔστι δὲ λόφος ὑψηλὸς ἐπιεικῶς ὀκτωκαίδεκά που σταδίων τὴν περίμετρον, ὃς τότε μὲν ὕλης παντοδαπῆς μεστὸς ἦν, πλείστης δὲ καὶ καλλίστης δάφνης, ἐφʼ ἧς Λαυρῆτον ὑπὸ Ῥωμαίων καλεῖται τόπος τις ἐπʼ αὐτοῦ·
这是一座相当高的山丘,周长大约有十八个斯塔德,当时山上长满了各种树木,特别是极多且极美丽的月桂树,因此罗马人将山上的某个地方称为劳雷图姆。
νῦν δὲ οἰκιῶν ἐστι πλήρης ἅπας, ἔνθα σὺν πολλοῖς ἄλλοις καὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἵδρυται, εἴργεται δὲ ἀφʼ ἑτέρου τῶν συμπεριεχομένων τῇ Ῥώμῃ λόφων τοῦ καλουμένου Παλλαντίου, περὶ ὃν ἡ πρώτη κατασκευασθεῖσα πόλις ἱδρύθη, βαθείᾳ καὶ στενῇ φάραγγι.
但现在,整座山丘都建满了房屋,其中除了许多其他建筑外,还建有阿耳忒弥斯神庙;它通过一条深而窄的峡谷,与包围在罗马城内的另一座山丘、即所谓的帕兰提乌姆隔开,最初建造的城市就是围绕着那座山丘建立的。
ἐν δὲ τοῖς ὕστερον χρόνοις ἐχώσθη πᾶς ὁ μεταξὺ τῶν λόφων αὐλών.
而在后来的时代,这些山丘之间的整条山谷都被填平了。
§3.43.2τοῦτον δὴ τὸν λόφον ἐπιτείχισμα κατὰ τῆς πόλεως ὁρῶν ἐσόμενον, εἴ τις αὐτῇ ἐπίοι στρατὸς τείχει καὶ τάφρῳ περιέλαβε καὶ τοὺς μεταχθέντας ἐκ Τελλήνης τε καὶ Πολιτωρίου καὶ τῶν ἄλλων πόλεων ὅσων ἐκράτησεν ἐν τούτῳ τῷ χωρίῳ καθίδρυσεν.
他正是看到,如果有任何军队前来袭击城市,这座山丘就会成为针对城市的敌方据点,于是便用城墙和壕沟将其围起,并把从特莱奈、波利托里乌姆以及他所征服的其他所有城市中迁来的人们安置在这个地方。
ἓν μὲν δὴ τοῦτο τὸ πολίτευμα τοῦ βασιλέως παραδίδοται καλὸν ἅμα καὶ πραγματικόν, ἐξ οὗ μείζονά τε συνέβη γενέσθαι τὴν πόλιν ἑτέρας προσθέσει πόλεως καὶ πολλῇ χειρὶ πολεμίων ἐπιστρατευσάντων ἧττον εὔληπτον·
国王的这一施策被传颂为既英明又实用,由此不仅使城市因增加了一座新城而变得更大,而且即便敌人以重兵前来进犯,城市也变得更不易被攻破。

词汇与语法注释

  1. 532τὴν περίμετρον — 名词 περίμετρος(周长)的限定宾格(或关系宾格),意为“在周长上”,用以修饰数词“十八个斯塔德”。
  2. 532ἐφʼ ἧς — 关系代词 ἧς 的先行词是紧接其前的阴性名词 δάφνης(月桂树)。伴随支配属格的前置词 ἐπί,表示“基于……”、“因……”的原因或根据,解释了该丘陵上某处被称为“劳雷图姆”(意为月桂树林)的语源。
  3. p.v.1p.358εἴ ... ἐπίοι — 处于分词 ὁρῶν(看到)所引导的间接陈述(主观想法)中的条件从句。它表示一种潜在的假设(如果有什么军队前来袭击),其希求法动词 ἐπίοι 是由于主句历史时态(περιέλαβε)而发生的语气交替,反映了国王防患于未然的设想。
  4. p.v.1p.358πολλῇ χειρὶ πολεμίων ἐπιστρατευσάντων — 属格独立结构。在此语境下表示让步(“即使敌人以重兵前来进犯”)或条件,修饰主句中的形容词短语 ἧττον εὔληπτον(更不易被攻破)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.43.1-3.43.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.43.1-3.43.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。