§3.5.1παραδόξου δὲ τοῦ πάθους ὥσπερ εἰκὸς ἅπασι φαινομένου καὶ ζητουμένης τῆς αἰτίας ʽοὐδὲ γὰρ νόσον προηγησαμένην εἶχέ τις αἰτιάσασθαἰ οἱ μὲν ἐπὶ τὴν θείαν πρόνοιαν ἁπάσας τὰς ἀνθρωπίνας ἀναφέροντες τύχας κατὰ χόλον δαιμόνιον ἔλεγον αὐτὸν ἀποθανεῖν, ὅτι πόλεμον ἐξέκαυσε τῇ μητροπόλει πρὸς τὴν ἀπόκτισιν οὔτε δίκαιον οὔτε ἀναγκαῖον·
当这一出乎意料的死因,正如所料,对所有人来说都显得不可思议,并且大家都在探寻其原因时(因为谁也无法指责有任何先前的疾病作为原因),一些将人类所有命运归因于神圣天意的人说,他是因为对殖民地(罗马)点燃了一场针对其母邦既不公正也不必要的战争,从而在神怒中死去的。
οἱ δὲ χρηματισμὸν ἡγούμενοι τὸν πόλεμον καὶ μεγάλων ἀπεστερῆσθαι νομίζοντες ὠφελειῶν εἰς ἐπιβουλὴν καὶ φθόνον ἀνθρώπινον τὸ ἔργον μετέφερον αἰτιώμενοι τῶν ἀντιπολιτευομένων τινὰς ἀφανῆ καὶ δυσεξέλεγκτα ἐξευρόντας φάρμακα διὰ τούτων τὸν ἄνδρα ἀνῃρηκέναι·
而另一些人则将战争视为牟利的手段,并认为自己被剥夺了巨大的利益,他们将这一事件归咎于人类的阴谋和嫉妒,指责政敌中的某些人发明了无形且难以察觉的毒药,并借此杀害了此人。
§3.5.2οἱ δὲ ὑπὸ λύπης τε καὶ ἀμηχανίας κρατούμενον ἑκουσίῳ χρήσασθαι τελευτῇ αὐτὸν ἔφασαν, ἐπειδὴ πάντα χαλεπὰ καὶ ἄπορα συνέβαινεν αὐτῷ καὶ οὐδὲν ἐχώρει κατὰ νοῦν τῶν ἐν ἀρχαῖς, ὅτε εἰς τὰ πράγματα εἰσῄει, προσδοκηθέντων·
还有人说,他因悲伤和无能为力而屈服,选择了自愿死亡; ¦416 因为一切都变得艰难而棘手,并且在他最初参与政务时所期待的事情中,没有一件是如愿进行的。
τοῖς δʼ ἐκτὸς οὖσι φιλίας τε καὶ ἔχθρας τῆς πρὸς τὸν στρατηγὸν καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κρίνουσι τὸ συμβεβηκὸς οὔτε ἡ θεία νέμεσις οὔτε ὁ τῶν ἀντιπολιτευομένων φθόνος οὔθʼ ἡ τῶν πραγμάτων ἀπόγνωσις ἀνῃρηκέναι τὸν ἄνδρα ἐδόκει, ἀλλʼ ἡ τῆς φύσεως ἀνάγκη καὶ τὸ χρεὼν ὡς ἐκπεπληρωκότα τὴν ὀφειλομένην μοῖραν, ἧς ἅπασι τοῖς γινομένοις πέπρωται τυχεῖν.
但对于那些不带对将军的友好或敌意、 ¦p.v.1p.276 纯粹从最客观的角度来判断这一事件的人来说,无论是神圣的惩罚、政敌的嫉妒,还是对局势的绝望,似乎都没有夺走这个人的生命,反而是自然的必然和宿命,因为他已经履行了自己应得的份额,而这是所有生命注定要获得的。
§3.5.3Κλοίλιος μὲν δὴ πρὶν ἢ γενναῖον ἀποδείξασθαί τι τοιαύτης τελευτῆς ἔτυχεν, εἰς δὲ τὸν ἐκείνου τόπον ἀποδείκνυται στρατηγὸς αὐτοκράτωρ ὑπὸ τῶν ἐπὶ στρατοπέδου Μέττιος Φουφέττιος, ἀνὴρ οὔτε πολέμου ἡγεμὼν ἱκανὸς οὔτε εἰρήνης βέβαιος φύλαξ, ὃς οὐδενὸς ἧττον Ἀλβανῶν πρόθυμος ὢν κατʼ ἀρχὰς διαστῆσαι τὰς πόλεις καὶ διὰ τοῦτο τῆς ἀρχῆς μετὰ τὸν Κλοιλίου θάνατον ἀξιωθείς, ἐπειδὴ τῆς ἡγεμονίας ἔτυχε καὶ ὅσα ἦν ἐν τοῖς πράγμασι δυσχερῆ καὶ ἄπορα συνεῖδεν, οὐκέτι διέμεινεν ἐπὶ τοῖς αὐτοῖς βουλεύμασιν, ἀλλʼ εἰς ἀναβολὰς καὶ διατριβὰς ἄγειν ἠξίου τὰ πράγματα ὁρῶν οὔτε τοὺς Ἀλβανοὺς ἅπαντας ὁμοίαν ἔχοντας ἔτι προθυμίαν πρὸς πόλεμον οὔτε τὰ σφάγια ὁπότε θύοιτο περὶ μάχης καλὰ γινόμενα·
克洛伊留斯在能展现出任何高贵壮举之前,确实遭遇了这样的结局,而在他的位置上,军营中的人任命梅蒂乌斯·富菲提乌斯为全权将军,此人既非合格的战争领袖,亦非稳固的和平捍卫者。 他虽然起初像任何其他阿尔巴人一样热衷于分裂这两个城市,并因此在克洛伊留斯死后被认为配得上这一职位,但当他获得这一指挥权 ¦417 并看到了局势中所包含的一切困难和棘手之处时,他就不再坚持先前的计划,而是倾向于将事务拖延和迟滞,因为他看到,既不是所有的阿尔巴人都依然对战争持有同样的热情,也不是每次为战斗献祭时都能得到吉兆。
§3.5.4τελευτῶν δὲ καὶ εἰς καταλλαγὰς ἔγνω προκαλεῖσθαι τοὺς πολεμίους πρότερος ἐπικηρυκευσάμενος, μαθὼν τὸν ἐπικρεμάμενον ἔξωθεν Ἀλβανοῖς τε καὶ Ῥωμαίοις κίνδυνον, εἰ μὴ σπείσονται τὸν πρὸς ἀλλήλους πόλεμον, ἀφύλακτον ὄντα, ὃς ἔμελλεν ἀμφοτέρας ἀναρπάσασθαι τὰς δυνάμεις.
最终,他决定亲自先派使者,向敌人提出和解挑战,因为他得知了外部正悬在阿尔巴人和罗马人头顶上的危险,如果他们不停止彼此之间的战争,这一危险便是无法防备的,且注定会吞噬双方的力量。
ἦν δὲ τοιός2δε·
这一危险如下: