Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.37.1-3.37.4

波利托里乌姆的攻陷与居民内迁

第 208 段,共 962 段 · 希腊语

内容简介

安库斯·马尔基乌斯期望和平治国,但因拉丁人的入侵而被迫诉诸战争。在交涉遭拒后,他包围并攻占了波利托里乌姆,宽待居民并将他们全部迁往罗马。

§3.37.1ταῦτα καθιστάμενος τὰ πολιτεύματα καὶ παντὸς μάλιστα ἐλπίσας ἄνευ πολέμου καὶ κακῶν ἅπαντα τὸν βίον διατελέσειν, ὥσπερ ὁ μητροπάτωρ, οὐκ ἔσχεν ὁμοίαν τῇ προαιρέσει τὴν τύχην, ἀλλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην πολεμιστὴς ἠναγκάσθη γενέσθαι καὶ μηδένα χρόνον ἄνευ κινδύνου καὶ ταραχῆς βιῶσαι.
在确立这些政治体制的同时,他尤其希望像他的外祖父一样,在没有战争和灾难中度过整个人生,然而他并未获得与这一志向相符的命运,反而违背自己的意愿,被迫成为一名战士,且没有一刻能过上免于危险和动荡的生活。
§3.37.2εὐθὺς γὰρ ἅμα τῷ παρελθεῖν αὐτὸν ἐπὶ τὴν ἡγεμονίαν καὶ τὴν ἀπράγμονα καθίστασθαι πολιτείαν καταφρονήσαντες αὐτοῦ Λατῖνοι καὶ νομίσαντες διʼ ἀνανδρίαν οὐχ ἱκανὸν εἶναι πολέμους στρατηγεῖν, λῃστήρια διέπεμπον εἰς τὴν ὁμοροῦσαν αὐτοῖς ἕκαστοι χώραν, ὑφʼ ὧν πολλοὶ Ῥωμαίων ἐβλάπτοντο.
因为就在他接掌统治权、和平的政治秩序开始建立之初,拉丁人便轻视他,认为他因懦弱而不具备指挥战争的能力,于是各自向与他们接壤的领土派遣掠夺队,使许多罗马人蒙受损失。
§3.37.3ἀφικομένων δὲ παρὰ τοῦ βασιλέως πρεσβευτῶν καὶ τὰ δίκαια Ῥωμαίοις ἀξιούντων ὑπέχειν κατὰ τὰς συνθήκας, οὔτε γινώσκειν ἐσκήπτοντο τῶν περὶ τὰ λῃστήρια κατηγορουμένων οὐδὲν ὡς οὐ μετὰ κοινῆς γνώμης γεγονότων οὔτε ὑπόδικοι γενέσθαι Ῥωμαίοις περὶ οὐθενὸς πράγματος· οὐδὲ γὰρ πρὸς ἐκείνους ποιήσασθαι τὰς συνθήκας, ἀλλὰ πρὸς Τύλλον, τελευτήσαντος δὲ τοῦ Τύλλου λελύσθαι σφίσι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας.
当国王派出的使节抵达,并要求他们根据条约向罗马人履行公义时,他们假装对所指控的掠夺行为一无所知,声称这些行为并非出于共同的意图,并拒绝就任何事情接受罗马人的审判;因为他们声称,条约并非与他们所签,而是与图路斯所签,而随着图路斯的去世,关于和平的协定对他们而言便已宣告解除。
§3.37.4ἀναγκασθεὶς δὴ διὰ ταύτας τὰς αἰτίας καὶ ἀποκρίσεις τῶν Λατίνων ὁ Μάρκιος ἐξάγει στρατιὰν ἐπʼ αὐτοὺς καὶ προσκαθεζόμενος τῇ πόλει αὐτῶν Πολιτωρίῳ, πρὶν ἐπικουρίαν τινὰ τοῖς πολιορκουμένοις ἐκ τῶν ἄλλων ἀφικέσθαι Λατίνων, παραλαμβάνει τὴν πόλιν καθʼ ὁμολογίας·
因此,在这些原因和拉丁人的答复逼迫下,马尔基乌斯率军讨伐他们。 在对他们的城市波利托里乌姆进行围攻时,在其他拉丁人的援军抵达被围困者之前,他通过协议占领了该城。
οὐ μέντοι διέθηκε τοὺς ἀνθρώπους δεινὸν οὐθέν, ἀλλʼ ἔχοντας τὰ σφέτερα πανδημεὶ μετήγαγεν εἰς Ῥώμην καὶ κατένειμεν εἰς φυλάς.
然而,他并没有对这些居民施加任何残酷的惩罚,而是让他们携带自己的财产,将全体居民迁至罗马,并将其分入各部落之中。

词汇与语法注释

  1. 3.37.1παντὸς μάλιστα — 意为“尤其是”、“最重要”的惯用副词短语,包含比较属格(παντός),表示这一愿望优先于其他一切。
  2. 3.37.2νομίσαντες διʼ ἀνανδρίαν οὐχ ἱκανὸν εἶναι πολέμους στρατηγεῖν — 由 νομίσαντες 引导的带对格的不定式结构,其中不定式 εἶναι 的逻辑主语对格 αὐτόν(指安库斯·马尔基乌斯)被省略。此外,不定式 στρατηγεῖν 限制并修饰形容词 ἱκανόν。
  3. 3.37.3ὡς οὐ μετὰ κοινῆς γνώμης γεγονότων — 带有连词 ὡς(表示主观原因或借口)的属格绝对结构。分词 γεγονότων(中性复数)以先前的 τῶν κατηγορουμένων(被指控的掠夺行为)为其逻辑主语。
  4. 3.37.3οὐδὲ γὰρ πρὸς ἐκείνους ποιήσασθαι τὰς συνθήκας — 间接引语中的带对格的不定式结构,传达了拉丁人的辩解。不定式 ποιήσασθαι 依赖于默示的表示“说”或“主张”的动词,或者延续了前文 ἐσκήπτοντο 的支配作用。代词 ἐκείνους 指的是当前的罗马人。
  5. 3.37.4πρὶν ἐπικουρίαν τινὰ τοῖς πολιορκουμένοις ἐκ τῶν ἄλλων ἀφικέσθαι Λατίνων — 由连词 πρὶν 引导的不定式结构。由于主句是肯定句(παραλαμβάνει),因此 πρὶν 后面使用的是以对格(ἐπικουρίαν τινά)作为逻辑主语的不定式(ἀφικέσθαι),而非虚拟语气或祈愿语气。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.37.1-3.37.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.37.1-3.37.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。