Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.35.1-3.35.6

图路斯·奥斯蒂里乌斯之死与两种说法

第 206 段,共 962 段 · 希腊语

内容简介

作者介绍了关于图路斯·奥斯蒂里乌斯国王悲剧性死因的两派观点:一是因为忽视祭祀而遭致天谴雷击,二是其继任者马尔基乌斯策划的暗杀与纵火阴谋;作者从阴谋难以保密以及王权需神意认可的角度,表明自己更支持前一种雷击说。

§3.35.1ταῦτα διαπραξάμενος ἐπὶ τῆς ἰδίας ἀρχῆς βασιλεὺς Τύλλος Ὁστίλιος, ἀνὴρ ἐν ὀλίγοις ἄξιος εὐλογεῖσθαι τῆς τε εὐτολμίας ἕνεκα τῆς πρὸς τὰ πολέμια καὶ τῆς φρονήσεως τῆς περὶ τὰ δεινά, ὑπὲρ ἄμφω δὲ ταῦτα, ὅτι οὐ ταχὺς ὢν εἰς πόλεμον ἰέναι βέβαιος ἦν καταστὰς εἰς αὐτὸν ἐν ἅπασι τῶν ἀντιπάλων προέχειν, ἔτη δὲ κατασχὼν τὴν ἀρχὴν δύο καὶ τριάκοντα τελευτᾷ τὸν βίον ἐμπρησθείσης τῆς οἰκίας, καὶ σὺν αὐτῷ γυνή τε ἀπόλλυται καὶ τέκνα καὶ ὁ ἄλλος οἰκετικὸς ἅπας ὄχλος καταληφθεὶς ὑπὸ τοῦ πυρός.
图路斯·奥斯蒂里乌斯国王在自己的治世中完成了这些功绩。 他是在少数值得称赞的人中之一,既因其在军事上的英勇,又因其在危机中的智慧,而更在这两点之上的是,他虽不急于投入战争,但一旦参与其中,便坚定不移地在一切方面超越对手。 他在执政三十二年后,因房屋起火而结束了生命;与他一同遇难的还有他的妻子、孩子以及所有其他被大火吞噬的家仆。
§3.35.2καταπρησθῆναι δὲ τὴν οἰκίαν οἱ μὲν ὑπὸ κεραυνοῦ λέγουσι μηνίσαντος τοῦ θεοῦ διʼ ὀλιγωρίαν ἱερῶν τινων ʽἐκλιπεῖν γὰρ ἐπὶ τῆς ἀρχῆς τῆς ἐκείνου πατρίους τινὰς θυσίας, ἑτέρας δʼ οὐχ ὑπαρχούσας ἐπιχωρίους Ῥωμαίοις παραγαγεῖνʼ, οἱ δὲ πλείους ἐξ ἀνθρωπίνης φασὶν ἐπιβουλῆς τὸ πάθος γενέσθαι ἀνατιθέντες τὸ ἔργον Μαρκίῳ τῷ μετʼ ἐκεῖνον ἄρξαντι τῆς πόλεως.
关于房屋被烧毁一事,有人说是因为忽视了某些神圣祭祀,神灵震怒而降下雷击(因为据说在他的统治期间,一些祖传的祭祀被废弃,而引进了其他并非罗马本土固有的祭祀);但大多数人则说是由于阴谋人祸所致,并将此行径归咎于在他之后统治该城的马尔基乌斯。
§3.35.3τοῦτον γὰρ ἐκ τῆς Νόμα Πομπιλίου θυγατρὸς γενόμενον ἄχθεσθαί τε, ὅτι ἐκ βασιλείου γένους πεφυκὼς αὐτὸς ἰδιώτης ἦν, καὶ γένος ἐπιτρεφόμενον ὁρῶντα τῷ Τύλλῳ παντὸς μάλιστα ὑποπτεύειν, εἴ τι πάθοι Τύλλος εἰς τοὺς ἐκείνου παῖδας ἥξειν τὴν ἀρχήν.
因为据说此人是努马·庞皮里乌斯的女儿所生,因自己虽出身王室却只是个平民而感到愤恨,且看到图路斯膝下渐长的子嗣,他最深感忧虑的是,一旦图路斯有任何不测,统治权将会落到图路斯的子嗣身上。
ταῦτα δὴ διανοούμενον ἐκ πολλοῦ στήσασθαι κατὰ τοῦ βασιλέως ἐπιβουλὴν πολλοὺς ἔχοντα Ῥωμαίων τοὺς συγκατασκευάζοντας αὐτῷ τὴν δυναστείαν, φίλον δὲ ὄντα τοῦ Τύλλου καὶ ἐν τοῖς μάλιστα πιστευόμενον φυλάττειν ὅτε καιρὸς ἐπιτήδειος φανείη τῆς ἐπιθέσεως.
由于有此想法,他早已策划了针对国王的阴谋,并有许多罗马人协助他谋取权位;而作为图路斯的友人且是最受信任的人之一,他一直在窥伺袭击的良机。
§3.35.4μέλλοντος δὲ τοῦ Τύλλου θυσίαν τινὰ κατʼ οἶκον ἐπιτελεῖν, ἣν αὐτοὺς μόνον ἐβούλετο τοὺς ἀναγκαίους εἰδέναι, καὶ κατὰ δαίμονα τῆς ἡμέρας ἐκείνης χειμερίου σφόδρα γενομένης κατά τε ὄμβρον καὶ ζάλην καὶ σκότος, ὥστʼ ἔρημον ἀπολειφθῆναι τὸν πρὸ τῆς οἰκίας τόπον τῶν φυλαττόντων, ἐπιτήδειον ὑπολαμβάνοντα τὸν καιρὸν ἅμα τοῖς ἑταίροις ἔχουσιν ὑπὸ ταῖς περιβολαῖς τὰ ξίφη παρελθεῖν εἴσω τῶν θυρῶν, ἀποκτείναντα δὲ τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τῶν ἄλλων ὅσοις ἐνέτυχεν ἐνεῖναι πῦρ εἰς τὴν οἰκίαν κατὰ πολλοὺς τόπους, ταῦτα δὲ πράξαντα τὸν ὑπὲρ τῆς κεραυνώσεως διασπεῖραι λόγον.
当图路斯准备在私宅举行某种祭祀,且只希望他的至亲知晓时,恰逢那天因暴雨、狂风和黑暗而变得极其寒冷,以致房屋前的守卫之地空无一人。 马尔基乌斯认为这是个好机会,便与随从们一同进入门内,随从们的斗篷下藏着刀剑;在杀死了国王、国王的孩子以及所有他碰到的其他人后,他在房屋的多处放火,并在行凶之后散布了关于遭遇雷击的谣言。
§3.35.5ἐγὼ δὲ τοῦτον μὲν οὐ δέχομαι τὸν λόγον οὔτʼ ἀληθῆ νομίζων οὔτε πιθανόν, τῷ δὲ προτέρῳ μᾶλλον προστιθέμενος κατὰ δαίμονα νομίζω τὸν ἄνδρα ταύτης τῆς τελευτῆς τυχεῖν.
至于我,我并不接受这个说法,认为它既不真实也不足信,而是更倾向前一种说法,认为此人是因天意而遭遇了这样的结局。
οὔτε γὰρ ἀπόρρητον φυλαχθῆναι τὴν πρᾶξιν ὑπὸ πολλῶν συσκευαζομένην. εἰκὸς ἦν, οὔτε τῷ συστήσαντι αὐτὴν βέβαιον ἦν ὅτι μετὰ τὴν Ὁστιλίου τελευτὴν ἐκεῖνον ἀποδείξουσι Ῥωμαῖοι βασιλέα τῆς πόλεως, οὔτʼ εἰ τὰ παρʼ ἀνθρώπων αὐτῷ πιστὰ καὶ βέβαια ἦν, τά γέ τοι παρὰ τῶν θεῶν ὅμοια ἔμελλε ταῖς ἀνθρωπίναις ἀγνοίαις ἔσεσθαι.
因为由多人共同策划的行动不可能保密,而策划者在奥斯蒂里乌斯死后也无法确定罗马人会宣布他为该城的国王;即使人类事务对他而言是可靠且确定的,神明的意旨至少也不会等同于人类的无知。
§3.35.6μετὰ γὰρ τὴν ὑπὸ τῶν φυλῶν γενησομένην ψηφηφορίαν τοὺς θεοὺς ἔδει τὴν βασιλείαν αὐτῷ διʼ οἰωνῶν αἰσίων ἐπιθεσπίσαι· ἄνδρα δὲ μιαρὸν καὶ τοσούτοις ᾑμαγμένον φόνοις ἀδίκοις τίς ἔμελλε θεῶν ἢ δαιμόνων παρήσειν βωμοῖς τε προσιόντα καὶ θυμάτων καταρχόμενον καὶ τὰς ἄλλας ἐπιτελοῦντα θεραπείας;
因为在部落投票之后,神明还必须通过吉兆来预言并认可他的王权;而一个污秽且沾满了如此多不义杀戮之血的人,神灵或神明中又有谁会容许他走近祭坛、主持祭祀并履行其他敬神仪式呢?
ἐγὼ μὲν δὴ διὰ ταῦτα οὐκ εἰς ἀνθρωπίνην ἐπιβουλὴν ἀλλʼ εἰς θεοῦ βούλησιν τὸ ἔργον ἀναφέρω, κρινέτω δʼ ἕκαστος ὡς βούλεται.
因此,由于这些原因,我不将此事归因于人类的阴谋,而是归因于神明的意志,不过,让每个人按照自己的意愿去判断吧。

词汇与语法注释

  1. §3.35.1ὑπὲρ ἄμφω δὲ ταῦτα — 意为“在这两点(军事上的英勇与危机中的智慧)之上”的副词短语,引导其后的 ὅτι 从句。在该从句中,不定式 προέχειν 依赖于 βέβαιος ἦν(主语确信/坚定不移地超越)。
  2. §3.35.2ἐκλιπεῖν γὰρ ἐπὶ τῆς ἀρχῆς — 括号(或引用部分)中的不定式 ἐκλιπεῖν 以及后半部分的 παραγαγεῖν 是表示传闻的间接引语不定式,在语境中伴随着表示解释原因的 γάρ(“因为据说……”)。其主语分别为宾格的 τινὰς θυσίας 和 ἑτέρας。
  3. §3.35.4ὑπολαμβάνοντα τὸν καιρὸν — 尽管前面有属格独立结构(μέλλοντος δὲ τοῦ Τύλλου... 和 χειμερίου σφόδρα γενομένης...),但修饰主语(马尔基乌斯)的分词 ὑπολαμβάνοντα 采用宾格形式。这是因为承接了自 §3.35.2 的 φασίν(人们说)开始的长篇间接引语(宾格加不定式)结构,因此后继的主要动词也都是不定式(παρελθεῖν, ἐνεῖναι, διασπεῖραι)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.35.1-3.35.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.35.1-3.35.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。