§3.34.1αἱ δὲ τῶν Λατίνων πόλεις Ῥωμαίοις ἐγένοντο διάφοροι τότε πρῶτον, οὐκ ἀξιοῦσαι κατεσκαμμένης τῆς Ἀλβανῶν πόλεως τοῖς ἀνῃρηκόσιν αὐτὴν Ῥωμαίοις τὴν ἡγεμονίαν παραδιδόναι.
此时,拉丁诸城首次与罗马人产生不和,因为他们认为在阿尔巴城被夷为平地后,不应将霸权移交给毁灭该城的罗马人。
ἐτῶν γὰρ διαγενομένων πεντεκαίδεκα μετὰ τὸν ἀφανισμὸν τῆς Ἄλβας πρεσβείας ἀποστείλας ὁ τῶν Ῥωμαίων βασιλεὺς εἰς τὰς ἀποίκους τε καὶ ὑπηκόους αὐτῆς τριάκοντα πόλεις ἠξίου πείθεσθαι τοῖς ὑπὸ Ῥωμαίων ἐπιταττομένοις, ὡς παρειληφότων αὐτῶν ἅμα τοῖς ἄλλοις οἷ εἶχον Ἀλβανοὶ καὶ τὴν ἡγεμονίαν τοῦ Λατίνων ἔθνους, δύο μὲν ἀποφαίνων τρόπους κτήσεων, καθʼ οὓς ἄνθρωποι γίνονται τῶν ἀλλοτρίων κύριοι, τόν τε ἀναγκαῖον καὶ τὸν ἑκούσιον, Ῥωμαίους δὲ λέγων καθʼ ἑκάτερον τὸν τρόπον παρειληφέναι τὴν ἡγεμονίαν ὧν εἶχον Ἀλβανοὶ πόλεων.
在阿尔巴消灭十五年后,罗马国王向其三十个殖民和臣属城市派遣使节,要求他们服从罗马人的命令,理由是罗马人已经连同阿尔巴人所拥有的其他一切,一同继承了对拉丁民族的霸权。 他指出了人类获取他人财物的两种方式——强制的方式与自愿的方式,并声称罗马人是通过这两种方式,继承了对阿尔巴人曾统治的诸城市的霸权。
§3.34.2πολεμίων τε γὰρ αὐτῶν σφισι γενομένων τοῖς ὅπλοις κεκρατηκέναι καὶ τὴν πόλιν τὴν ἑαυτῶν ἀπολωλεκόσι τῆς ἰδίας αὐτοῖς μεταδεδωκέναι·
因为,他说,当阿尔巴人成为他们的敌人时,他们用武力战胜了对方;而在阿尔巴人失去自己的城市后,罗马人又将自己的城市分享给了他们。
ὥστε καὶ ἄκουσιν Ἀλβανοῖς καὶ ἑκοῦσι προσήκειν ἐξεστάναι Ῥωμαίοις τῆς τῶν ὑπηκόων ἀρχῆς.
因此,无论阿尔巴人愿意与否,他们都理应将对臣属的统治权让给罗马人。
§3.34.3αἱ δὲ τῶν Λατίνων πόλεις ἰδίᾳ μὲν οὐδὲν ἀπεκρίναντο πρὸς τοὺς πρέσβεις, κοινῇ δὲ τοῦ ἔθνους ἀγορὰν ἐν Φερεντίνῳ ποιησάμενοι ψηφίζονται μὴ παραχωρεῖν Ῥωμαίοις τῆς ἀρχῆς καὶ αὐτίκα αἱροῦνται δύο στρατηγοὺς αὐτοκράτορας εἰρήνης τε καὶ πολέμου, Ἄγκον Πουπλίκιον ἐκ πόλεως Κόρας καὶ Σπούσιον Οὐεκίλιον ἐκ Λαουϊνίου.
然而,拉丁诸城单独并未对使节做出任何答复,而是共同在费伦蒂努姆召开了民族大会,投票决定不向罗马人让出统治权,并立即推选了两位在和战事务上拥有全权的将军:来自科拉城的安库斯·普普利基乌斯和来自拉维尼乌姆的斯普里乌斯·韦基利乌斯。
§3.34.4διὰ ταύτας μὲν δὴ τὰς αἰτίας συνέστη Ῥωμαίοις ὁ πρὸς τοὺς ὁμοεθνεῖς πόλεμος, προὔβη δὲ ἄχρι πενταετοῦς χρόνου πολιτικός τις γενόμενος καὶ ἀρχαϊκός.
正是由于这些原因,罗马人与同族之间爆发了战争。 这场战争持续了五年,带有某种温和与古风的性质。
οὔτε γὰρ ἐκ παρατάξεως ὅλοις τοῖς στρατεύμασι πρὸς ὅλα συμβάλλουσι μεγάλη συμφορὰ καὶ φθόρος ὁλοσχερὴς συνέβη οὔτε πόλις αὐτῶν οὐδεμία πολέμῳ κρατηθεῖσα κατασκαφῆς ἢ ἀνδραποδισμοῦ ἢ ἄλλης τινὸς ἀνηκέστου συμφορᾶς ἐπειράθη·
因为在全军对峙的决战中,既没有发生惨重的灾难或彻底的毁灭,他们的城市中也没有任何一座因战败而被夷平、居民被奴役或遭受其他无可挽回的惨祸。
ἀλλʼ ἐμβαλόντες εἰς τὴν ἀλλήλων γῆν ὑπὸ τὴν ἀκμὴν τοῦ σίτου καὶ προνομεύσαντες ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις διαμειβόμενοι τοὺς αἰχμαλώτους.
相反,他们只是在谷物成熟的鼎盛时期侵入对方的土地进行掠夺,随后便交换俘虏,撤军回家。
§3.34.5μίαν δὲ πόλιν ἐκ τοῦ Λατίνων ἔθνους Μεδυλλίαν παλαίτερον ἔτι Ῥωμαίων ἀποικίαν γενομένην ἐπὶ τῆς Ῥωμύλου ἀρχῆς, ὡς ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ, μεταθεμένην αὖθις ὡς τοὺς ὁμοεθνεῖς πολιορκίᾳ παραστησάμενος ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔπεισε μηθὲν ἔτι νεωτερίζειν·
只有拉丁民族中的一座城市麦杜利亚——它在罗穆路斯统治时期就已成为罗马的殖民地(正如我在此前的叙述中所表明的那样)——再次倒向其同族,罗马国王通过围攻使其屈服,并说服他们不再进行反叛。
ἄλλο δʼ οὐθὲν ὧν οἱ πόλεμοι φέρουσι δεινῶν οὐδετέροις ἐν τῷ τότε συνέβη χρόνῳ.
除此以外,当时双方都没有遭受战争所带来的其他任何灾难。
τοιγάρτοι ῥᾴδιαί τε καὶ οὐδὲν ἔγκοτον ἔχουσαι προθυμηθέντων Ῥωμαίων αἱ διαλύσεις ἐπετελέσθησαν.
因此,在罗马人的积极推动下,和解得以轻易达成,且没有留下任何怨恨。