Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.33.1-3.33.4

萨宾人的再次入侵与在恶林之战的溃败

第 204 段,共 962 段 · 希腊语

内容简介

萨宾人利用罗马与拉丁人爆发战争的机会单方面撕毁和约并入侵罗马领土。然而国王图卢斯与拉丁人停战,动员了扩大一倍的罗马军队,在“恶徒森林”附近决定性地击败了萨宾人,平息了战争。

§3.33.1ἐπὶ τούτοις καταλυσάμενοι τὸν πόλεμον οἱ Σαβῖνοι καὶ τῶν ὁμολογιῶν στήλας ἀντιγράφους θέντες ἐν τοῖς ἱεροῖς, ἐπειδὴ συνέστη Ῥωμαίοις πρὸς τὰς Λατίνων πόλεις κοινῇ συνηρπαγμένας πόλεμος οὐ ῥᾴδιος ἐν ὀλίγῳ καθαιρεθῆναι χρόνῳ ʽδι’ ἃς δὲ αἰτίας ὕστερον ἐρὦ, δεξάμενοι τὸ συμβὰν ἀγαπητῶς ὅρκων μὲν ἐκείνων καὶ συνθηκῶν ὥσπερ οὐδὲ γεγενημένων ἐπελάθοντο, καιρὸν δὲ νομίσαντες ἐπιτήδειον ἔχειν ὧν ἐξέτισαν Ῥωμαίοις χρημάτων πολλαπλάσια παρʼ αὐτῶν ἀπολαβεῖν, ὀλίγοι μὲν τὸ πρῶτον καὶ ἀφανῶς ἐξιόντες ἐληίζοντο τὴν ὅμορον·
在这些条件之下,萨宾人结束了战争,并将载有协定的石碑副本供奉在神庙中。 然而,当罗马人与共同起事的拉丁诸城之间爆发了一场不易在短时间内平息的战争时(至于其原因我将在后文叙述),他们便欣然接受了这一变故,仿佛先前的誓言与协定从未存在过一般忘得一干二净。 他们认为自己得到了一个绝佳的机会,可以从罗马人那里夺回数倍于他们曾支付过的赔偿金。 起初,他们仅由少数人秘密出击,掠夺边境地带。
§3.33.2ἔπειτα δὲ πολλοὶ συνιόντες καὶ ἐκ τοῦ φανεροῦ, ἐπεὶ τὰ πρῶτα κατὰ γνώμην αὐτοῖς ἐχώρησεν οὐδεμιᾶς ἐπὶ τὴν φυλακὴν τῶν γεωργῶν ἀφικομένης βοηθείας, καταφρονήσαντες τῶν πολεμίων ἐπʼ αὐτὴν διενοοῦντο τὴν Ῥώμην ἐλαύνειν καὶ συνῆγον ἐξ ἁπάσης πόλεως στρατόν, διελέγοντο δὲ καὶ ταῖς Λατίνων πόλεσι περὶ §3.33.3συμμαχίας.
随后,由于最初的尝试完全符合他们的心愿,且没有任何救援前来保护农民,他们便开始成群结队地公开进行掠夺。 他们蔑视敌人,甚至图谋直指罗马城本身,并从所有城市召集军队,同时也与拉丁诸城商讨关于同盟的事宜。
οὐ μὴν ἐξεγένετό γε αὐτοῖς φιλίαν τε καὶ ὁμαιχμίαν ποιήσασθαι πρὸς τὸ ἔθνος·
然而,他们并没能与该民族建立友好与军事同盟。
μαθὼν γὰρ τὴν διάνοιαν αὐτῶν ὁ Τύλλος ἀνοχὰς πρὸς Λατίνους ποιησάμενος ἐπὶ τούτους ἔγνω στρατὸν ἐξάγειν τήν τε Ῥωμαίων ἅπασαν δύναμιν καθοπλίσας διπλασίαν οὖσαν ἤδη τῆς πρότερον, ἐξ οὗ τὴν Ἀλβανῶν πόλιν προσέλαβε, καὶ ἀπὸ τῶν ἄλλων συμμάχων ἐπικουρικὸν ὅσον πλεῖστον ἐδύνατο μεταπεμψάμενος.
因为图卢斯得知了他们的企图,便与拉丁人达成了休战协定,并决定率军讨伐他们。 他武装了罗马的全部兵力(由于吞并了阿尔巴城,这股兵力已是先前的两倍),并从其他盟国中召集了尽可能多的援军。
§3.33.4συνῆκτο δὲ καὶ τοῖς Σαβίνοις ἤδη τὸ στράτευμα, καὶ ἐπειδὴ πλησίον ἀλλήλων ἐγένοντο περὶ τὴν καλουμένην ὕλην κακοῦργον ὀλίγον τὸ μεταξὺ χωρίον ἀφέντες κατεστρατοπεδεύσαντο.
萨宾人的军队此时也已集结完毕,并且当他们彼此接近时,他们在被称为“恶徒森林”的地方附近驻扎下来,两军之间只留下了极小的距离。
τῇ δʼ ἑξῆς ἡμέρᾳ συμπεσόντες ἐμάχοντο καὶ ἦσαν ἰσόρροποι μέχρι πολλοῦ·
次日,双方交锋战斗,在很长时间里势均力敌。
ἤδη δὲ περὶ δείλην ὀψίαν ἐγκλίνουσιν οἱ Σαβῖνοι βιασθέντες ὑπὸ τοῦ Ῥωμαίων ἱππικοῦ καὶ πολὺς αὐτῶν γίνεται φόνος ἐν τῇ φυγῇ, Ῥωμαῖοι δὲ νεκρούς τε τῶν πολεμίων σκυλεύσαντες καὶ χρήματα ὅσα ἦν ἐν τῷ χάρακι διαρπάσαντες τῆς τε χώρας τὴν κρατίστην λεηλατήσαντες ἀπῄεσαν ἐπʼ οἴκου.
但到了傍晚时分,萨宾人在罗马骑兵的压迫下开始溃退,并在逃跑的过程中遭到了惨重的屠杀。 罗马人在剥去了敌军尸体的战利品、劫掠了营地里的所有财物,并蹂躏了该地区最肥沃的土地之后,便启程回家。
τοῦτο τὸ τέλος ἔλαβεν ὁ συμβὰς Ῥωμαίοις πρὸς Σαβίνους πόλεμος ἐπὶ τῆς Τύλλου ἀρχῆς.
这就是在图卢斯统治时期,罗马人与萨宾人之间所发生的战争的结局。

词汇与语法注释

  1. 3.33.1ὧν ἐξέτισαν ... χρημάτων — 关系代名词的格同化(attraction)例子。在关系从句中作为及物动词 `ἐξέτισαν` 的直接宾语,原本应使用宾格 `ἃ`,但由于受到先行词 `χρημάτων` 属格的影响,关系代名词被同化为属格 `ὧν`。
  2. 3.33.2οὐδεμιᾶς ἐπὶ τὴν φυλακὴν τῶν γεωργῶν ἀφικομένης βοηθείας — 由属格名词 `βοηθείας` 和分词 `ἀφικομένης` 构成的属格绝对(genitive absolute)结构,表示原因(“因为没有任何救援来保护农民”)。
  3. 3.33.3ἐξ οὗ — 表示时间起点的惯用短语(`ἐξ οὗ χρόνου` 的省略形式),意为“自……以来”。此处以阿尔巴城并入罗马之时为起点。
  4. 3.33.4ὀλίγον τὸ μεταξύ χωρίον ἀφέντες — 形容词 `ὀλίγον` 为述语性(叙述)用法,意为“留下中间少许的空间”,即指“两军营地之间仅隔着极短的距离”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.33.1-3.33.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.33.1-3.33.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。