§3.34.1αἱ δὲ τῶν Λατίνων πόλεις Ῥωμαίοις ἐγένοντο διάφοροι τότε πρῶτον, οὐκ ἀξιοῦσαι κατεσκαμμένης τῆς Ἀλβανῶν πόλεως τοῖς ἀνῃρηκόσιν αὐτὴν Ῥωμαίοις τὴν ἡγεμονίαν παραδιδόναι.
The Latin cities then for the first time became hostile to the Romans, as they did not think it right to surrender the hegemony to the Romans who had destroyed the city of the Albans after it had been razed.
ἐτῶν γὰρ διαγενομένων πεντεκαίδεκα μετὰ τὸν ἀφανισμὸν τῆς Ἄλβας πρεσβείας ἀποστείλας ὁ τῶν Ῥωμαίων βασιλεὺς εἰς τὰς ἀποίκους τε καὶ ὑπηκόους αὐτῆς τριάκοντα πόλεις ἠξίου πείθεσθαι τοῖς ὑπὸ Ῥωμαίων ἐπιταττομένοις, ὡς παρειληφότων αὐτῶν ἅμα τοῖς ἄλλοις οἷ εἶχον Ἀλβανοὶ καὶ τὴν ἡγεμονίαν τοῦ Λατίνων ἔθνους, δύο μὲν ἀποφαίνων τρόπους κτήσεων, καθʼ οὓς ἄνθρωποι γίνονται τῶν ἀλλοτρίων κύριοι, τόν τε ἀναγκαῖον καὶ τὸν ἑκούσιον, Ῥωμαίους δὲ λέγων καθʼ ἑκάτερον τὸν τρόπον παρειληφέναι τὴν ἡγεμονίαν ὧν εἶχον Ἀλβανοὶ πόλεων.
For fifteen years after the destruction of Alba, the king of the Romans, having sent embassies to its thirty colony and subject cities, demanded that they obey the orders of the Romans, on the ground that they had inherited, along with everything else the Albans possessed, also the hegemony over the Latin nation.
§3.34.2πολεμίων τε γὰρ αὐτῶν σφισι γενομένων τοῖς ὅπλοις κεκρατηκέναι καὶ τὴν πόλιν τὴν ἑαυτῶν ἀπολωλεκόσι τῆς ἰδίας αὐτοῖς μεταδεδωκέναι· ὥστε καὶ ἄκουσιν Ἀλβανοῖς καὶ ἑκοῦσι προσήκειν ἐξεστάναι Ῥωμαίοις τῆς τῶν ὑπηκόων ἀρχῆς. §3.34.3αἱ δὲ τῶν Λατίνων πόλεις ἰδίᾳ μὲν οὐδὲν ἀπεκρίναντο πρὸς τοὺς πρέσβεις, κοινῇ δὲ τοῦ ἔθνους ἀγορὰν ἐν Φερεντίνῳ ποιησάμενοι ψηφίζονται μὴ παραχωρεῖν Ῥωμαίοις τῆς ἀρχῆς καὶ αὐτίκα αἱροῦνται δύο στρατηγοὺς αὐτοκράτορας εἰρήνης τε καὶ πολέμου, Ἄγκον Πουπλίκιον ἐκ πόλεως Κόρας καὶ Σπούσιον Οὐεκίλιον ἐκ Λαουϊνίου. §3.34.4διὰ ταύτας μὲν δὴ τὰς αἰτίας συνέστη Ῥωμαίοις ὁ πρὸς τοὺς ὁμοεθνεῖς πόλεμος, προὔβη δὲ ἄχρι πενταετοῦς χρόνου πολιτικός τις γενόμενος καὶ ἀρχαϊκός.
He pointed out two modes of acquisition by which men become masters of what belongs to others, the compulsory and the voluntary, and asserted that the Romans had inherited the hegemony over the cities which the Albans had held in both of these ways. For, he said, when they had become their enemies, they had conquered them by force of arms, and when they had lost their own city, they had shared their own with them; so that, whether the Albans wished it or not, it was fitting for them to yield to the Romans the rule over their subjects. But the Latin cities individually gave no answer to the ambassadors, but having held a common assembly of the nation at Ferentinum, they voted not to cede the rule to the Romans, and immediately chose two generals with absolute power for peace and war, Ancus Publicius from the city of Cora and Spurius Vecilius from Lavinium. For these reasons, then, the war arose for the Romans against their kinsmen, and it lasted for five years, being of a civil and old-fashioned character.
οὔτε γὰρ ἐκ παρατάξεως ὅλοις τοῖς στρατεύμασι πρὸς ὅλα συμβάλλουσι μεγάλη συμφορὰ καὶ φθόρος ὁλοσχερὴς συνέβη οὔτε πόλις αὐτῶν οὐδεμία πολέμῳ κρατηθεῖσα κατασκαφῆς ἢ ἀνδραποδισμοῦ ἢ ἄλλης τινὸς ἀνηκέστου συμφορᾶς ἐπειράθη· ἀλλʼ ἐμβαλόντες εἰς τὴν ἀλλήλων γῆν ὑπὸ τὴν ἀκμὴν τοῦ σίτου καὶ προνομεύσαντες ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις διαμειβόμενοι τοὺς αἰχμαλώτους. §3.34.5μίαν δὲ πόλιν ἐκ τοῦ Λατίνων ἔθνους Μεδυλλίαν παλαίτερον ἔτι Ῥωμαίων ἀποικίαν γενομένην ἐπὶ τῆς Ῥωμύλου ἀρχῆς, ὡς ἐν τῷ πρὸ τούτου δεδήλωκα λόγῳ, μεταθεμένην αὖθις ὡς τοὺς ὁμοεθνεῖς πολιορκίᾳ παραστησάμενος ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔπεισε μηθὲν ἔτι νεωτερίζειν· ἄλλο δʼ οὐθὲν ὧν οἱ πόλεμοι φέρουσι δεινῶν οὐδετέροις ἐν τῷ τότε συνέβη χρόνῳ.
For neither did any great disaster or entire destruction occur from a pitched battle between the whole armies, nor did any city of theirs, being taken in war, experience razing, enslavement, or any other irremediable calamity; but invading each other's land at the height of the harvest and plundering, they led their forces home, exchanging their prisoners. Only one city of the Latin nation, Medullia, which had formerly been made a Roman colony during the reign of Romulus, as I have shown in the preceding part of this history, having revolted again to its kinsmen, the king of the Romans brought to terms by a siege and persuaded them to make no further rebellion; but no other of the evils that wars bring occurred to either side at that time.
τοιγάρτοι ῥᾴδιαί τε καὶ οὐδὲν ἔγκοτον ἔχουσαι προθυμηθέντων Ῥωμαίων αἱ διαλύσεις ἐπετελέσθησαν.
Consequently, the reconciliation was effected easily and without any rancour, since the Romans were eager for it.