§3.29.1ταῦτα δʼ αὐτοῦ λέγοντος οἰμωγαί τε τῶν Ἀλβανῶν ἐγίνοντο καὶ παντοδαπαὶ δεήσεις τοῦ μὲν δήμου μηδὲν ἐγνωκέναι λέγοντος ὧν ὁ Μέττιος ἐμηχανᾶτο, τῶν δὲ τὰς ἡγεμονίας ἐχόντων οὐ πρότερον πεπύσθαι τὰς ἀπορρήτους βουλὰς σκηπτομένων ἢ ἐν αὐτῷ γενέσθαι τῷ ἀγῶνι, ἡνίκα οὔτε κωλύειν οὔτε μὴ πράττειν τὰ κελευόμενα ἐν δυνατῷ σφίσιν ἦν, ἤδη δέ τινων καὶ ἐπὶ τὴν ἀκούσιον ἀνάγκην ἀναφερόντων τὸ πρᾶγμα διὰ κηδείαν ἢ διὰ συγγένειαν·
在他如此说的时候,阿尔巴人中升起了哭诉和各种各样的哀求。 平民说他们对梅蒂乌斯所策划的阴谋一无所知;而掌握领导权的人则辩解说,他们是在战斗爆发之后才得知这些秘密计划的,而当时他们既无法阻止,也无法拒绝执行被命令的事情;还有人已经把这件事归咎于因联姻或血缘关系而产生的被迫无奈。
§3.29.2οἷς ὁ βασιλεὺς σιωπῆσαι κελεύσας ἔλεξεν· οὐδʼ ἐμὲ λέληθεν, ἄνδρες Ἀλβανοί, τούτων ὧν ἀπολογεῖσθε οὐθέν, ἀλλὰ τὸ μὲν πλῆθος ὑμῶν ἀγνοεῖν τὴν προδοσίαν οἴομαι τεκμαιρόμενος ὅτι πολλῶν συνειδότων οὐδὲ τὸν ἐλάχιστον πέφυκε τἀπόρρητα σιωπᾶσθαι χρόνον, τῶν δὲ ταξιαρχῶν τε καὶ λοχαγῶν βραχύ τι μέρος ἡγοῦμαι τὸ συνεπιβουλεῦσαν ἡμῖν γενέσθαι, τὸ δὲ πλεῖστον ἐξηπατῆσθαι καὶ εἰς ἀκουσίους ἀνάγκας ἀφῖχθαι.
国王命令他们安静下来,然后说:“阿尔巴的男子汉们,你们所辩白的事情,没有一件逃过我的眼睛。 但我认为,你们中的大多数人确实对背叛一无所知,因为我推断,当有许多人知情时,秘密是决不可能保持片刻沉默的。 至于队长和百人队长,我认为参与策划反对我们的只有极少一部分,而绝大多数人是被欺骗并陷入了被迫的境地。
§3.29.3εἰ δέ γε τούτων μηδὲν ἀληθὲς ἦν, ἀλλὰ πάντας εἰσῆλθεν Ἀλβανοὺς καὶ τοὺς ἐνθάδε ὄντας ὑμᾶς καὶ τοὺς ἐν τῇ πόλει καταλειπομένους ἡ τοῦ κακῶς ποιεῖν ἡμᾶς ἐπιθυμία, καὶ τοῦτο οὐ νῦν πρῶτον, ἀλλʼ ἐκ πολλοῦ πάνυ χρόνου δεδογμένον ὑμῖν ἦν, τῆς συγγενείας ἕνεκα πολλὴ Ῥωμαίοις ἀνάγκη καὶ §3.29.4ταῦθʼ ὑμῶν τἀδικήματα φέρειν.
但即使这些没有一条是真话,而是害我们的欲望已经进入了所有阿尔巴人的心中——包括在场的你们和留在城里的那些人——并且这并非始于今日,而是你们很久以前就决定的,那么由于血缘关系,罗马人也有极大的必要去忍受你们的这些不义。
ἵνα δὲ μηθὲν βουλεύσητε ἔτι καθʼ ἡμῶν ἄδικον μήτε δὴ βιασθέντες ὑπὸ τῶν ἡγουμένων τῆς πόλεως μήτε παρακρουσθέντες μία φυλακὴ καὶ πρόνοιά· ἐστιν, εἰ τῆς αὐτῆς πόλεως πολῖται γενοίμεθα πάντες καὶ μίαν ἡγοίμεθα πατρίδα, ἧς εὖ τε καὶ χεῖρον φερομένης τὸ ἐπιβάλλον μέρος ἕκαστος οἴσεται τῆς τύχης·
然而,为了使你们不再对我们策划任何不义之举,无论是因为受到城中领导者的强迫还是被其蒙蔽,唯一的防范和预备措施是:如果我们大家都成为同一个城市的公民,并把同一个国家视为祖国,当这个祖国繁荣或衰落时,每个人都将分担其应得的一份命运。
ἕως δʼ ἂν ἐκ διαφόρου γνώμης, ὥσπερ νῦν ἔχει, τό τε πλεῖον καὶ τοὔλαττον ἐπικρίνωμεν ἑκάτεροι, οὐκ ἔσται βέβαιος ἡμῖν ἡ πρὸς ἀλλήλους φιλία, ἄλλως τε καὶ εἰ μέλλοιεν οἱ μὲν πρότεροι ἐπιβουλεύσαντες τοῖς ἑτέροις ἢ κατορθώσαντες πλεῖον ἕξειν ἢ σφαλέντες ἐν μηδενὶ δεινῷ ἔσεσθαι διὰ τὸ συγγενές, καθʼ ὦν δʼ ἂν αἱ ἐπιχειρήσεις γένωνται ὑποχείριοι καταστάντες τὰ ἔσχατα παθεῖν καὶ διαφυγόντες μηθὲν ὥσπερ ἐχθροὶ §3.29.5μνησικακεῖν, ὅπερ καὶ ἐν τῷ παρόντι γέγονεν.
但只要我们像现在这样,基于不同的立场,各自评判多与少,我们彼此之间的友谊就不会牢固。 特别是,如果那些首先对他人施加阴谋的人,成功了就能获得更多,失败了也因血缘关系而免于任何危险;而那些被阴谋对付的人,一旦被屈服就要遭受最惨重的惩罚,而如果幸免于难,却不能像对待敌人那样记恨——这正是目前所发生的事情。
ἴστε δὴ ταῦτα δεδογμένα Ῥωμαίοις τῇ παρελθούσῃ νυκτὶ συναγαγόντος ἐμοῦ τὴν βουλὴν καὶ τὰ δόξαντα τοῖς συνέδροις γραψαμένου, τὴν μὲν πόλιν ὑμῶν καθαιρεθῆναι καὶ μήτε τῶν δημοσίων μήτε τῶν ἰδιωτικῶν κατασκευασμάτων ὀρθόν τι ἐᾶσαι διαμένειν μηθὲν ἔξω τῶν ἱερῶν· §3.29.6τοὺς δʼ ἐν αὐτῇ πάντας ἔχοντας οὓς καὶ νῦν ἔχουσι κλήρους ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ τῶν ἄλλων χρημάτων μηθὲν ἀφαιρεθέντας ἐν Ῥώμῃ τὸν ἀπὸ τοῦδε χρόνον οἰκεῖν· ὅσην τε τὸ κοινὸν ὑμῶν ἐκέκτητο γῆν τοῖς μηθένα κλῆρον ἔχουσιν Ἀλβανῶν διαμερισθῆναι χωρὶς τῶν ἱερῶν κτημάτων, ἐξ ὧν αἱ θυσίαι τοῖς θεοῖς ἐγίνοντο. οἴκων δὲ κατασκευῆς, ἐν οἷς τοὺς βίους ἱδρύσεσθε οἱ μετανιστάμενοι, καθʼ οὓς ἔσονται τῆς πόλεως τόπους, ἐμὲ ποιήσασθαι πρόνοιαν συλλαμβάνοντα τοῖς ἀπορωτάτοις ὑμῶν τῆς εἰς τὰ ἔργα δαπάνης. §3.29.7καὶ τὸ μὲν ἄλλο πλῆθος ὑμῶν μετὰ τῶν παρʼ ἡμῖν δημοτικῶν συντελεῖν εἰς φυλὰς καὶ φράτρας καταμερισθέν, βουλῆς δὲ μετέχειν καὶ ἀρχὰς λαμβάνειν καὶ τοῖς πατρικίοις προσνεμηθῆναι τούσδε τοὺς οἴκους· Ἰουλίους, Σερουϊλίους, Κορατίους, Κοϊντιλίους, Κλοιλίους, Γεγανίους, Μετιλίους· Μέττιον δὲ καὶ τοὺς σὺν τούτῳ βουλεύσαντας τὴν προδοσίαν δίκας ὑποσχεῖν, ἃς ἂν ἡμεῖς τάξωμεν δικασταὶ περὶ ἑκάστου τῶν ὑπαιτίων καθεζόμενοι·
因此,你们当知,在昨晚我召集元老院并记录下议员们的决定时,罗马人已经做出了如下决议:你们的城市将被拆毁,除了神庙之外,无论是公用建筑还是私有建筑,都不能留下任何完好的直立结构;而城里的所有人,其目前所拥有的土地份地、奴隶、牲畜及其他财产一概不得被剥夺,且从今往后均居住在罗马;你们共同体所拥有的所有土地,都要分给那些没有份地的阿尔巴人,除了那些用于向神明献祭的神圣财产;至于供搬迁的你们安顿生活的房屋建设,以及它们将位于城市的哪些区域,我将做好规划,并资助你们中最贫困的人支付工程费用;你们中的其他大多数人,将被分配登记入部落和胞族,归入我们的平民之中;而以下这些家族则可以参与元老院、担任官职并被列入贵族之列:尤利乌斯家族、塞尔维里乌斯家族、科拉提乌斯家族、昆克提里乌斯家族、克洛埃里乌斯家族、格加尼乌斯家族、梅蒂利乌斯家族;梅蒂乌斯以及与他一同策划背叛的人,则必须接受惩罚,具体的惩罚将由我们作为法官,针对每一名被告开庭审理后予以裁定。
οὐθένα γὰρ ἀποστερήσομεν κρίσεως οὐδὲ λόγου.
因为我们绝不会剥夺任何人的审判和申辩权。 ”