Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.26.1-3.26.6

梅蒂乌斯的伪装与图路斯召集元老院

第 197 段,共 962 段 · 希腊语

内容简介

看到图路斯的胜利后,阿尔巴人梅蒂乌斯假装盟友屠杀逃兵。图路斯连夜返回罗马召集元老院,揭露了梅蒂乌斯的背叛,并商讨如何惩罚他。

§3.26.1ὁ δὲ Ἀλβανὸς ἐπειδὴ λαμπρῶς ἤδη νικῶντας ἐθεάσατο τοὺς ἀμφὶ τὸν Τύλλον, καταβιβάσας καὶ αὐτὸς ἀπὸ τῶν ὑψηλῶν τὴν οἰκείαν δύναμιν ἐπὶ τοὺς φεύγοντας τῶν Φιδηναίων ἐχώρει, ἵνα δὴ τοῖς Ῥωμαίοις γένοιτο πᾶσι φανερὸς ἔργον τι ποιῶν συμμάχου καὶ συχνοὺς τῶν διεσκεδασμένων ἐν τῇ φυγῇ §3.26.2διέφθειρε.
至于阿尔巴人,当他看到图路斯周围的人已经获得辉煌的胜利时,自己也率领自军从高地上走下来,迎面扑向逃跑的斐德奈人,以便向所有罗马人清楚地表明,他正在履行盟友的某些职责;他在逃兵溃散的过程中,将许多人斩杀了。
συνεὶς δὲ τὴν διάνοιαν αὐτοῦ καὶ μισήσας τὴν παλινπροδοσίαν ὁ Τύλλος οὐδὲν ἐξελέγχειν ᾤετο δεῖν κατὰ τὸ παρόν, ἕως ἂν ὑφʼ ἑαυτῷ ποιήσηται τὸν ἄνδρα, ἀλλʼ ἐπαινεῖν τε τὴν ἀναχώρησιν αὐτοῦ τὴν ἐπὶ τὰ μετέωρα πρὸς πολλοὺς τῶν παρόντων ὡς ἀπὸ παντὸς τοῦ βελτίστου γενομένην ἐσκήπτετο καὶ τῶν ἱππέων μοῖράν τινα πέμψας ὡς αὐτὸν ἠξίου τελείαν ἀποδείξασθαι τὴν προθυμίαν, τοὺς μὴ δυνηθέντας εἰς τὰ τείχη τῶν Φιδηναίων καταφεύγειν ἀλλʼ ἐσκεδασμένους ἀνὰ τὴν χώραν συχνοὺς ὄντας κελεύων διερευνώμενον ἀποκτείνειν.
图路斯虽然洞悉了他的意图,并痛恨其二重背叛,但认为在目前不应揭发他,直到将此人置于自己的控制之下。 相反,他在许多在场者面前假装赞扬他撤退到高地的行动,称这完全是出于最善意的动机;他还派了一支骑兵到他那里,要求他充分展现自己的热忱,命令他搜寻并杀死那些未能逃入斐德奈城墙、而是散落于乡间的众多逃兵。
§3.26.3κἀκεῖνος ὡς θάτερον ὧν ἤλπισε διαπεπραγμένος καὶ λεληθὼς τὸν Τύλλον ἔχαιρέ τε καὶ μέχρι πολλοῦ καθιππεύων τὰ πεδία τοὺς καταλαμβανομένους διέφθειρεν, ἤδη δὲ δεδυκότος ἡλίου τοὺς ἱππέας ἧκεν ἄγων ἐπὶ τὸ στρατόπεδον τὸ Ῥωμαϊκὸν ἐκ τοῦ διωγμοῦ καὶ τὴν ἐπελθοῦσαν νύκτα ἐν εὐπαθείαις ἅμα τοῖς ἑταίροις ἦν.
而梅蒂乌斯以为自己已经实现了他所期望的两件事中的一件,并且瞒过了图路斯,因而十分高兴。 他长久地在平原上纵马奔驰,斩杀被他追上的人。 太阳落山后,他率领骑兵从追击中返回罗马营地,并与同伴们一起在欢乐中度过了接下来的夜晚。
§3.26.4ὁ δὲ Τύλλος ἐν τῷ Οὐιεντανῶν χάρακι μείνας ἄχρι πρώτης φυλακῆς καὶ τοὺς ἐπιφανεστάτους τῶν αἰχμαλώτων ἀνακρίνας, τίνες ἦσαν οἱ τῆς ἀποστάσεως ἡγεμόνες, ὡς ἔμαθε καὶ τὸν Ἀλβανὸν Μέττιον Φουφέττιον ἐν τοῖς συνομοσαμένοις ὑπάρχοντα, δόξας συνᾴδειν τὰ πραχθέντα ὑπʼ αὐτοῦ τοῖς μηνυομένοις ὑπὸ τῶν αἰχμαλώτων ἀναβὰς ἐπὶ τὸν ἵππον καὶ τοὺς πιστοτάτους τῶν ἑταίρων παραλαβὼν πρὸς τὴν πόλιν ἀφιππεύει·
图路斯在维伊人的营地留守到第一更天,并审问了俘虏中最显赫的人物,查明谁是叛乱的首领。 当他得知阿尔巴人梅蒂乌斯·富菲蒂乌斯也在密谋者之列时,他认为此人的行为与俘虏们所揭发的内容相吻合,于是骑上马,带着最亲信的同伴向城里骑去。
§3.26.5καὶ πρὸ μέσων νυκτῶν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς συγκαλέσας τήν τε προδοσίαν αὐτοῖς λέγει τὴν τοῦ Ἀλβανοῦ μάρτυρας τοὺς αἰχμαλώτους παρασχόμενος καὶ ὃν τρόπον αὐτὸς κατεστρατήγησε τούς τε πολεμίους καὶ τοὺς Φιδηναίους διηγεῖται.
在午夜之前,他把元老院议员们从各自的家中召集起来,以俘虏作证向他们陈述了阿尔巴人的背叛,并讲述了自己如何用计战胜了敌人和斐德奈人。
τέλος δὴ τὸ κράτιστον εἰληφότος τοῦ πολέμου τὰ λοιπὰ ἤδη σκοπεῖν αὐτοὺς ἠξίου, τίνα χρὴ τρόπον τιμωρήσασθαι μὲν τοὺς προδότας, σωφρονεστέραν δὲ τὴν Ἀλβανῶν ἀποδοῦναι πόλιν εἰς τὸ λοιπόν.
最后,既然战争已经取得了最圆满的结局,他要求他们开始考虑剩下的事情:应该以何种方式惩罚叛徒,并在今后让阿尔巴人的城市变得更加温顺。
§3.26.6τὸ μὲν οὖν τιμωρήσασθαι τοὺς ἐπιχειρήσαντας ἔργοις ἀνοσίοις πᾶσιν ἐδόκει δίκαιόν τε καὶ ἀναγκαῖον εἶναι, ὃν δὲ τρόπον τοῦτο γένοιτʼ ἂν ῥᾷστα καὶ ἀσφαλέστατα πολλὴν αὐτοῖς παρεῖχεν ἀπορίαν.
惩罚企图做出不义之举的人,对所有人来说似乎都是公正且必要的,但如何能最容易且最安全地做到这一点,却给他们带来了极大的困惑。
ἀδήλῳ μὲν γὰρ καὶ λεληθότι μόρῳ πολλοὺς καὶ ἀγαθοὺς Ἀλβανῶν ἄνδρας διαχειρίσασθαι τῶν ἀδυνάτων αὐτοῖς ἐφαίνετο εἶναι· εἰ δὲ φανερῶς συλλαμβάνειν καὶ τιμωρεῖσθαι τοὺς ἐνόχους ταῖς αἰτίαις ἐπιχειρήσειαν, οὐ περιόψεσθαι τοὺς Ἀλβανοὺς ὑπελάμβανον, ἀλλʼ ἐπὶ τὰ ὅπλα χωρήσειν.
因为在他们看来,通过隐秘且不为人知的死亡来消灭许多优秀的阿尔巴人,是几乎不可能的事;而如果他们企图公开逮捕并惩罚那些负有罪责的人,他们推测阿尔巴人不会坐视不管,而是会拿起武器反抗。
ἅμα δὲ πολεμεῖν Φιδηναίοις τε καὶ Τυρρηνοῖς καὶ τοῖς ἐπὶ τὴν συμμαχίαν σφῶν συνεληλυθόσιν Ἀλβανοῖς οὐκ ἐβούλοντο.
同时,他们也不想与斐德奈人、伊特鲁里亚人以及为结盟而聚集在一起的阿尔巴人同时开战。
ἀπορουμένων δʼ αὐτῶν τελευταῖος ἀποδείκνυται γνώμην ὁ Τύλλος, ἣν ἅπαντες ἐπῄνεσαν, ὑπὲρ ἧς μετὰ μικρὸν ἐρῶ.
在他们一筹莫展之际,图路斯最后提出了一个获得所有人赞同的意见,对此我将在稍后予以叙述。

词汇与语法注释

  1. 487ἵνα δὴ τοῖς Ῥωμαίοις γένοιτο πᾶσι φανερὸς ἔργον τι ποιῶν — 形容词 `φανερός` 与分词 `ποιῶν` 连用,表示“显然在做……”的补语用法。它作为主语的补语起作用。`συμμάχου` 是修饰 `ἔργον` 的属格,表示“盟友的(应尽之)职责”。
  2. p.v.1p.326ἕως ἂν ὑφʼ ἑαυτῷ ποιήσηται τὸν ἄνδρα — 时间从句中 `ἕως 顺` 后接虚拟语气过去时 `ποιήσηται`(第三人称单数,中动态),表示“直到……”这一未来的界限。在主句动词 `ᾤετο`(未完成过去时)的过去语境下,保留虚拟语气用以表达主观的未来意图或条件。
  3. p.v.1p.326ἠξίου τελείαν ἀποδείξασθαι τὴν προθυμίαν — 不定式 `ἀποδείξασθαι` 的逻辑主语并非主句主语图路斯,而是语境中的“他(梅蒂乌斯)”。`ἠξίου`(要求)在此接宾格加不定式结构(此处代词 `αὐτόν` 被省略,或包含在介词短语 `ὡς αὐτόν` 中),意思是“要求他充分展现其热忱”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.26.1-3.26.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.26.1-3.26.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。