Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §3.24.1-3.24.6

梅提乌斯的背叛与图路斯伪装计策鼓舞士气

第 195 段,共 962 段 · 希腊语

内容简介

阿尔巴人的梅提乌斯实施叛变并向山上撤退,导致罗马军队陷入危机,但图路斯国王冷静地大声谎称这是己方的既定战术,以此鼓舞士气。

§3.24.1ἐπαινεσάντων δὲ τὴν γνώμην τῶν παρόντων καὶ πάντα ὑποσχομένων ποιήσειν ὅρκοις ἕκαστον αὐτῶν καταλαβὼν διέλυσε τὸν σύλλογον.
在座的人赞成他的意见并保证做好一切后,他用誓言约束了他们每一个人,然后解散了会议。
τῇ δʼ ἑξῆς ἡμέρᾳ προῄεσαν μὲν ἐκ τοῦ χάρακος αἱ Φιδηναίων τε καὶ συμμάχων δυνάμεις ἅμα τῷ τὸν ἥλιον ἀνασχεῖν καὶ παρετάσσοντο ὡς εἰς μάχην, ἀντεπεξῄεσαν δὲ οἱ Ῥωμαῖοι καὶ καθίσταντο εἰς τάξιν.
在第二天,太阳一升起,斐德奈人和盟友的军队就从营地中走出来,排列成战斗队形,罗马人也迎面走出来,整队迎敌。
§3.24.2τὸ μὲν οὖν ἀριστερὸν κέρας αὐτὸς ὁ Τύλλος καὶ οἱ Ῥωμαῖοι κατεῖχον ἐναντίοι Οὐιεντανοῖς ʽοὗτοι γὰρ τὸ δεξιὸν τῶν πολεμίων κατεῖχον κέρασʼ, ἐπὶ δὲ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος ὁ Μέττιος καὶ οἱ Ἀλβανοὶ κατὰ Φιδηναίους παρὰ τὴν λαγόνα τοῦ ὄρους ἐτάξαντο.
于是,图路斯本人和罗马人占领了左翼,与维伊人(因为他们占领了敌人的右翼)相对;而在罗马人的右翼,梅提乌斯和阿尔巴人则沿着山麓排开,与斐德奈人相对。
§3.24.3ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγίνοντο, πρὶν ἐντὸς βέλους γενέσθαι οἱ Ἀλβανοὶ σχισθέντες ἀπὸ τοῦ ἄλλου στρατοῦ συντεταγμένους ἦγον τοὺς λόχους ἐπὶ τὸ ὄρος.
当他们互相逼近,还没进入箭程时,阿尔巴人便与主力军队脱离,带领排列整齐的连队向山上走去。
οἱ μὲν οὖν Φιδηναῖοι μαθόντες τοῦτο καὶ πιστεύσαντες ἀληθεύειν σφίσι τὰς περὶ τῆς προδοσίας ὑποσχέσεις τῶν Ἀλβανῶν θρασύτερον ἤδη τοῖς Ῥωμαίοις προσεφέροντο, καὶ τὸ μὲν δεξιον κέρας τῶν Ῥωμαίων ἐψιλωμένον τῆς συμμαχίας παρερρήγνυτό τε καὶ σφόδρα ἐπόνει, τὸ δʼ εὐώνυμον ἀνὰ κράτος ἠγωνίζετο, ἔνθα καὶ αὐτὸς ἦν ὁ Τύλλος ἐν τοῖς ἐπιλέκτοις τῶν ἱππέων μαχόμενος.
斐德奈人得知此事,并相信阿尔巴人关于背叛的诺言是真实的,于是现在更加大胆地向罗马人进攻;罗马人的右翼由于失去了盟友而变得孤立,被敌军冲破并陷入极其艰苦的战斗,而左翼则竭尽全力战斗,图路斯本人也在骑兵精锐中亲自作战。
§3.24.4ἐν δὲ τούτῳ προσελάσας τις ἱππεὺς τοῖς ἅμα τῷ βασιλεῖ μαχομένοις, κάμνει τὸ δεξιὸν ἡμῖν κέρας, ἔφησεν, ὦ Τύλλε.
就在这时,一名骑兵骑马跑到与国王一起作战的人面前说:“图路斯,我们的右翼正在苦战。
Ἀλβανοί τε γὰρ ἐκλιπόντες τὴν τάξιν ἐπὶ τὰ μετέωρα ἐπείγονται, Φιδηναῖοί τε καθʼ οὓς ἐκεῖνοι ἐτάχθησαν ὑπὲρ κέρατος ὄντες τοῦ ἐψιλωμένου κυκλοῦσθαι μέλλουσιν ἡμᾶς.
因为阿尔巴人离开了他们的阵地,正向高地奔去,而原本与他们对峙的斐德奈人已经绕到了孤立的侧翼,准备包围我们。
ταῦτα ἀκούσαντας τοὺς Ῥωμαίους καὶ ἰδόντας τὴν ὁρμὴν τῶν Ἀλβανῶν τὴν ἐπὶ τὸ ὄρος δεῖμα ὡς κυκλωσομένους ὑπὸ τῶν πολεμίων καταλαμβάνει, ὥστε οὔτε μάχεσθαι οὔτε μένειν αὐτοῖς ἐπῄει.
”听到这些话,并看到阿尔巴人向山上奔去的动向,罗马人陷入了将被敌人包围的恐惧之中,以至于他们既不想战斗,也不想停留。
§3.24.5ἔνθα δὴ σοφίᾳ λέγεται χρήσασθαι ὁ Τύλλος οὐδὲν ἐπιταραχθεὶς τὴν διάνοιαν ὑπὸ τοσούτου τε καὶ οὕτως ἀπροσδοκήτου φανέντος κακοῦ, διʼ ἣν οὐ μόνον ἔσωσε τὴν Ῥωμαίων στρατιὰν εἰς προὖπτον κατακεκλειμένην ὄλεθρον, ἀλλὰ καὶ τὰ τῶν πολεμίων πράγματα σύμπαντα συνέτριψέ τε καὶ διέφθειρεν.
就在此时,据说图路斯运用了智谋,他的心智完全没有因为如此巨大且如此出乎意料地出现的灾难而产生任何混乱;凭借这一智谋,他不仅拯救了陷入明显毁灭境地的罗马军队,而且还彻底粉碎并毁灭了敌人的全部战局。
ὡς γὰρ ἤκουσε τοῦ ἀγγέλου μεγάλῃ φωνῇ χρώμενος, ὥστε καὶ τοὺς πολεμίους ἀκούειν, §3.24.6κρατοῦμεν, εἶπεν, ἄνδρες Ῥωμαῖοι, τῶν ἐχθρῶν.
因为当他一听到使者的报告,就用极大的声音——甚至能让敌人也听到—— 说道:“罗马的壮士们,我们压倒了敌人!
Ἀλβανοὶ μὲν γὰρ ἡμῖν τὸ πλησίον ὄρος τοῦτο κατειλήφασιν, ὥσπερ ὁρᾶτε, κατὰ τὰς ἐμὰς ἐντολάς, ἵνα κατὰ νώτου γενόμενοι τῶν πολεμίων ἐπίωσιν αὐτοῖς.
因为阿尔巴人正如你们所看到的,根据我的命令,占领了这附近的山,以便绕到敌人的后方对他们发起进攻。
ἐνθυμηθέντες οὖν ὅτι ἐν καλῷ τοὺς ἐχθίστους ἡμῖν ἔχομεν, οἱ μὲν ἄντικρυς ἐπιόντες, οἱ δὲ κατόπιν, ἔνθα οὔτε πρόσω χωρεῖν οὔτʼ ὀπίσω ἐπιστρέφειν δυνάμενοι ποταμῷ τε καὶ ὄρει ἐκ τῶν πλαγίων ἀποκλειόμενοι καλὴν δώσουσιν ἡμῖν δίκην, ἴτε σὺν πολλῇ καταφρονήσει ἐπʼ αὐτούς.
因此,牢记我们将最凶恶的敌人置于了一个绝佳的境地——他们一面临面受敌,一面背后受敌,既不能前进也不能后退,由于侧翼被河流和高山阻断,他们将向我们付出惨痛的代价——带着无比的轻蔑向他们发起冲锋吧! ”

词汇与语法注释

  1. §3.24.1καταλαβὼν — καταλαμβάνω 的不定过去时主动分词,在此处表示用誓言“约束”或“确立承诺”的意思。
  2. §3.24.4αὐτοῖς ἐπῄει — ἐπέρχομαι 的无人称用法,带与格 αὐτοῖς 和不定式,表示“他们产生了……的意图”或“他们想要做某事”。
  3. §3.24.5σοφίᾳ — 先行词,被后文关系代词 ἣν(在 διʼ ἣν “借此”结构中)所修饰。
  4. §3.24.6ἐν καλῷ — 意为“在有利的位置”或“在恰当的时机”的副词短语,在此处作为 ἔχομεν 的补语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §3.24.1-3.24.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:3.24.1-3.24.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。