§3.23.1ὁ δὲ Ῥωμαίων βασιλεὺς ἐνιαύσιον διαλιπὼν χρόνον, ἐν ᾧ πάντα τὰ πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευάσατο, στρατὸν ἐξάγειν ἐπὶ τὴν Φιδηναίων πόλιν ἔγνω προφάσεις τοῦ πολέμου ποιησάμενος, ὅτι κληθέντες εἰς ἀπολογίαν περὶ τῆς ἐπιβουλῆς, ἣν συνεστήσαντο κατὰ Ῥωμαίων τε καὶ Ἀλβανῶν, οὐχ ὑπήκουσαν, ἀλλʼ εὐθὺς ἀναλαβόντες τὰ ὅπλα καὶ τὰς πύλας κλείσαντες Οὐιεντανῶν τε συμμαχίαν ἐπαγόμενοι ἐκ τοῦ φανεροῦ ἀφειστήκεσαν καὶ τοῖς παραγενομένοις ἐκ Ῥώμης πρεσβευταῖς πυνθανομένοις τὴν αἰτίαν τῆς ἀποστάσεως ἀπεκρίναντο μηδὲν αὐτοῖς ἔτι πρᾶγμα πρὸς τὴν Ῥωμαίων πόλιν εἶναι κοινόν, ἐξ οὗ Ῥωμύλος ὁ βασιλεὺς αὐτῶν ἐτελεύτησε, §3.23.2πρὸς ὃν ἐποιήσαντο τὰ περὶ τῆς φιλίας ὅρκια.
罗马国王在间隔了一年时间(其间他准备了战争所需的一切物资)后,决定出兵征讨斐德奈城。 他以此作为战争的借口:斐德奈人因针对罗马人和阿尔巴人图谋不轨而被传唤前去辩解,但他们没有服从,反而立即拿起武器并关闭城门,联络维伊人结盟,公开进行反叛;并且对那些从罗马前来询问叛乱原因的使节,他们回答说,自从他们的国王罗姆路斯去世以后,他们与罗马城之间便不再有任何共同的关系,而他们当初正是与罗姆路斯缔结了友好誓约。
ταύτας δὴ τὰς προφάσεις λαβὼν τήν τε οἰκείαν καθώπλιζε δύναμιν καὶ τὰς παρὰ τῶν συμμάχων μετεπέμπετο.
国王得到了这些借口,便装备了自己的军队,并召集了盟国的援军。
πλεῖστον δὲ καὶ κράτιστον ἐπικουρικὸν ἐκ τῆς Ἀλβανῶν πόλεως Μέττιος Φουφέττιος ἧκεν ἄγων ὅπλοις κεκοσμημένον ἐκπρεπέσιν, ὥστε πάσας ὑπερβαλέσθαι τὰς συμμαχικὰς δυνάμεις.
而麦提乌斯·富菲提乌斯率领来自阿尔巴城的最多且最精锐的辅助部队前来,他们装备着华丽的武器,以至于超越了所有盟国的军队。
§3.23.3ὁ μὲν οὖν Τύλλος ὡς ἐκ προθυμίας τε καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κοινωνεῖν ἐγνωκότα τοῦ πολέμου τὸν Μέττιον ἐπῄνει καὶ πάντων ἐποιεῖτο τῶν βουλευμάτων συνίστορα·
因此,图路斯以为麦提乌斯是出于热忱和极好的意愿而决定参与战争,便赞扬了他,并让他参与所有的谋划。
ὁ δὲ ἀνὴρ οὗτος ἐν αἰτίαις παρὰ τοῖς πολίταις ὑπάρχων ὡς κακῶς ἐστρατηγηκὼς τὸν πόλεμον, καὶ δὴ καὶ εἰς προδοσίαν διαβαλλόμενος, ἐπειδὴ τρίτον ἔτος ἐπὶ τῆς αὐτοκράτορος ἀρχῆς διέμενε Τύλλου κελεύσαντος, οὐκ ἀξιῶν τε ἀρχὴν ἔχειν ἑτέρας ἀρχῆς ὑπήκοον οὐδὲ ὑποτάττεσθαι μᾶλλον ἢ οὐκ αὐτὸς ἡγεῖσθαι πρᾶγμά τι ἐπεβούλευσεν ἀνόσιον.
然而,此人在市民中因指挥战争不力而受到指责,甚至被控有叛国之嫌,尽管由于图路斯的命令,他已在最高职位上留任了第三年,但他不愿拥有一个屈居于其他权力之下的官职,也不甘心受人支配而不亲自领导,于是便策划了一件不义之事。
§3.23.4διαπρεσβευσάμενος γὰρ κρύφα πρὸς τοὺς Ῥωμαίων πολεμίους ἐνδοιαστῶς ἔτι πρὸς τὴν ἀπόστασιν ἔχοντας ἐπῆρεν αὐτοὺς μὴ κατοκνεῖν, ὡς αὐτὸς συνεπιθησόμενος Ῥωμαίοις ἐν τῷ ἀγῶνι, καὶ ταῦτα πράττων τε καὶ διανοούμενος ἅπαντας ἐλάνθανε.
因为他暗中向那些对叛乱仍犹豫不决的罗马敌军派遣了使节,鼓励他们不要畏缩,声称他自己将在战斗中共同攻击罗马人,他在做这些事和图谋这些事时,没有被任何人发觉。
Τύλλος δʼ ἐπειδὴ παρεσκευάσατο τήν τʼ οἰκείαν καὶ τὴν συμμαχικὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους καὶ διαβὰς τὸν Ἀνίητα ποταμὸν οὐ μακρὰν τῆς
而图路斯在准备好自己和盟国的军队后,便率军向敌军进发,渡过阿尼奥河,在距离斐德奈不远处安了营。
§3.23.5Φιδήνης κατεστρατοπέδευσεν. εὑρὼν δὲ πρὸ τῆς πόλεως στρατιὰν ἐκτεταγμένην πολλὴν αὐτῶν τε Φιδηναίων καὶ τῶν συμμαχούντων αὐτοῖς ἐκείνην μὲν τὴν ἡμέραν ἡσυχίαν ἔσχε, τῇ δʼ ἑξῆς Φουφέττιόν τε μεταπεμψάμενος τὸν Ἀλβανὸν καὶ τῶν ἄλλων φίλων τοὺς ἀναγκαιοτάτους ἐσκόπει μετʼ ἐκείνων τίνα χρηστέον εἴη τῷ πολέμῳ τρόπον, καὶ ἐπειδὴ πᾶσιν ἔδοξε μάχην τίθεσθαι διαταχέων καὶ μὴ τρίβειν τὸν χρόνον, χώραν καὶ τάξιν, ἣν ἕκαστος ἔμελλεν ἕξειν, προειπὼν ἡμέραν τε ὁρίσας τῆς μάχης τὴν κατόπιν διέλυσε τὸν σύλλογον.
他发现城前排开了一支由斐德奈人自身及其盟友组成的大军,当天便按兵不动,但第二天,他召来阿尔巴人富菲提乌斯和其他最亲密的朋友,与他们一同商讨应当以何种方式进行战争。 当大家一致决定迅速投入战斗、不拖延时间时,他便预先宣布了每个人应占有的位置和队形,并将战斗的日子定在次日,随后解散了会议。
§3.23.6ὁ δὲ Ἀλβανὸς Φουφέττιος ʽἦν γὰρ δὴ ἔτι ἄδηλος καὶ τῶν ἑαυτοῦ φίλων πολλοῖς προδοσίαν μηχανώμενοσʼ συγκαλέσας τοὺς ἐπιφανεστάτους Ἀλβανῶν λοχαγοὺς καὶ ταξιάρχους λέγει πρὸς αὐτοὺς τοιάδε·
而阿尔巴人富菲提乌斯(因为他确实仍未暴露,尽管他甚至向自己的许多朋友密谋反叛)召集了阿尔巴人中最显赫的千夫长和百夫长,对他们说:“诸位千夫长和百夫长,我将向你们透露一些重大且出人意料的事情,这些事情我一直隐瞒至今。
ἄνδρες ταξίαρχοι καὶ λοχαγοί, πράγματα μέλλω ἐς ὑμᾶς μεγάλα καὶ ἀπροσδόκητα ἐκφέρειν, ἃ τέως ἔκρυπτον, ἱκετεύω δὲ ὑμᾶς ἀπόρρητα ποιήσασθαι, εἰ μή με διεργάσεσθε, καὶ ἐὰν δόξῃ συνοίσειν ἐπιτελῆ γενόμενα συλλαβέσθαι μοι αὐτῶν.
我请求你们保守秘密,除非你们想置我于死地,并且如果这些事情在付诸实施后显得有利,请协助我完成它们。
πολλὰ μὲν οὖν λέγειν ὁ καιρὰς οὐκ ἐπιτρέπει βραχὺς ὤν, αὐτὰ δὲ τὰ ἀναγκαιότατα ἐρῶ.
时间紧迫,不容许我说太多的话,但我将说明最必要的事情本身。
§3.23.7ἐγὼ πάντα τὸν μεταξὺ χρόνον ἐξ οὗ Ῥωμαίοις ὑπετάχθημεν ἕως τῆς2δε τῆς ἡμέρας αἰσχύνης μεστὸν καὶ ὀδύνης ἔχων τὸν βίον διατετέλεκα καίτοι τιμηθείς γε ὑπὸ τοῦ βασιλέως αὐτῶν τῇ αὐτοκράτορι ἀρχῇ, ἣν τρίτον ἔτος ἤδη τοῦτο ἔχω καὶ εἰ βουλοίμην μέχρι παντὸς ἕξω.
” “自我们被罗马人征服以来,直到今天,我一直过着充满耻辱与痛苦的生活,尽管我受到了他们国王的器重,被授予了最高指挥权,这已经是我担任此职的第三年,而且只要我愿意,我可以一直拥有它。
ἀλλὰ πάντων ἡγούμενος εἶναι κακῶν ἔσχατον ἐν οὐκ εὐτυχοῦσι τοῖς κοινοῖς μόνος εὐτυχεῖν, ἐνθυμούμενος δὲ ὅτι παρὰ πάντα τὰ νενομισμένα παρʼ ἀνθρώποις ὅσια τὴν ἡγεμονίαν ὑπʼ αὐτῶν ἀφῃρέθημεν, ἐσκόπουν ὅπως ἂν αὐτὴν ἀνακομισαίμεθα μηδεμιᾶς πειραθέντες μεγάλης συμφορᾶς·
但我认为,在公共利益不幸的情况下独自享有幸福,是所有灾祸中最严重的一种,而且考虑到他们违反了人类一切神圣的法则,夺走了我们的领导权,我一直在思索如何在不经历任何重大灾难的情况下夺回它。
πολλοὺς δὲ καὶ παντοδαποὺς λογισμοὺς λαμβάνων μίαν εὕρισκον ὁδὸν ἄγουσαν ἐπὶ τὰ πράγματα ῥᾴστην τε καὶ ἀκινδυνοτάτην, εἴ τις αὐτοῖς ἀνασταίη πόλεμος ἐκ τῶν πλησιοχώρων πόλεων.
经过许多且各种各样的思考,我发现只有一条通往我们目标的道路最为容易也最无危险,那就是如果邻近的城市能对他们发动某种战争。 ”