§3.22.1μετὰ δὲ τὴν μάχην τῶν τριδύμων Ῥωμαῖοι μὲν οἱ τότε ὄντες ἐπὶ στρατοπέδου ταφὰς ποιησάμενοι λαμπρὰς τῶν ἀποθανόντων ἐν οἷς ἔπεσον χωρίοις καὶ θύσαντες τἀπινίκια τοῖς θεοῖς ἐν εὐπαθείαις ἦσαν, Ἀλβανοὶ δὲ ἀχθόμενοι τοῖς συμβεβηκόσι καὶ τὸν ἡγεμόνα διʼ αἰτίας ἔχοντες, ὡς κακῶς ἐστρατηγηκότα, ἄσιτοί τε οἱ πολλοὶ καὶ ἀθεράπευτοι τὴν ἑσπέραν ἐκείνην διετέλεσαν.
三胞胎之战后,当时身在营地中的罗马人在战死者倒下的地方为他们举行了盛大的葬礼,并向神明献上庆祝胜利的祭品,沉浸在欢乐之中;而阿尔巴人则对所发生的事情感到沮丧,并指责他们的将领,认为他指挥不力,那天晚上大多数人都没有进食,也没有得到照料。
§3.22.2τῇ δʼ ἑξῆς ἡμέρᾳ καλέσας αὐτοὺς ὁ τῶν Ῥωμαίων βασιλεὺς εἰς ἐκκλησίαν καὶ πολλὰ παραμυθησάμενος, ὡς οὔτε ἄσχημον ἐπιτάξων αὐτοῖς οὐθὲν οὔτε χαλεπὸν οὔθʼ ὃ μὴ συγγενέσι πρέπει, τῇ δὲ αὐτῇ γνώμῃ περὶ ἀμφοτέρων τῶν πόλεων τὰ κράτιστα καὶ συμφορώτατα συμβουλεύσων, καὶ τὸν ἄρχοντά τε αὐτῶν Φουφέττιον ἐπὶ τῆς αὐτῆς ἀρχῆς κατασχὼν ἄλλο τε οὐδὲν τῶν πολιτικῶν μεθαρμοσάμενος οὐδὲ κινήσας ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν.
第二天,罗马国王召集他们召开大会,用许多话宽慰他们,表示他无意向他们下达任何不名誉、严酷或不配亲属身份的命令,而将以同样的心意为两座城市寻求最有利、最合适的事情,并让他们的首领富菲提乌斯留任原职,没有对其他任何政治制度进行改变或调整,便率军返回了家园。
§3.22.3καταγαγόντι δὲ αὐτῷ τὸν ψηφισθέντα ὑπὸ τῆς βουλῆς θρίαμβον καὶ τὰ πολιτικὰ πράττειν ἀρξαμένῳ προσέρχονται τῶν πολιτῶν ἄνδρες οὐκ ἀφανεῖς τὸν Ὁράτιον ἄγοντες ὑπὸ δίκην, ὡς οὐ καθαρὸν αἵματος ἐμφυλίου διὰ τὸν τῆς ἀδελφῆς φόνον·
当他举行了由元老院决议的凯旋式并开始处理政务时,几位显赫的市民带着霍拉提乌斯前来受审,指控他因杀害妹妹而未能洗净同胞之血的污秽。
καὶ καταστάντες μακρὰν διεξῆλθον δημηγορίαν τοὺς νόμους παρεχόμενοι τοὺς οὐκ ἐῶντας ἄκριτον ἀποκτείνειν οὐθένα καὶ τὰ παρὰ τῶν θεῶν ἁπάντων μηνίματα ταῖς μὴ κολαζούσαις πόλεσι τοὺς ἐναγεῖς διεξιόντες.
他们站上前来,出示了不准在未经审判的情况下杀死任何人的法律,并详述了所有神明对不惩罚污秽之人的城市所降下的愤怒,发表了长篇的演说。
§3.22.4ὁ δὲ πατὴρ ἀπελογεῖτο περὶ τοῦ μειρακίου κατηγορῶν τῆς θυγατρὸς καὶ τιμωρίαν οὐ φόνον εἶναι τὸ πραχθὲν λέγων δικαστήν τε αὑτὸν ἀξιῶν εἶναι τῶν ἰδίων κακῶν ἀμφοτέρων γενόμενον πατέρα.
但父亲为这个年轻人辩护,指控他的女儿,并说所做的事情是惩罚而非谋杀,并声声称自己作为双方的父亲,有资格成为自己家庭不幸的裁判官。
συχνῶν δὲ λόγων ῥηθέντων ὑφʼ ἑκατέρων πολλὴ τὸν βασιλέα κατεῖχεν ἀμηχανία, τί τέλος ἐξενέγκῃ
由于双方发表了许多言论,国王对于该对这场审判作出何种判决感到了极大的困惑。
§3.22.5περὶ τῆς δίκης. οὔτε γὰρ ἀπολῦσαι τοῦ φόνου τὸν ὁμολογοῦντα τὴν ἀδελφὴν ἀνῃρηκέναι πρὸ δίκης καὶ ταῦτα ἐφʼ οἷς οὐ συνεχώρουν ἀποκτείνειν οἱ νόμοι καλῶς ἔχειν ὑπελάμβανεν, ἵνα μὴ τὴν ἀρὰν καὶ τὸ ἄγος ἀπὸ τοῦ δεδρακότος εἰς τὸν ἴδιον οἶκον εἰσενέγκηται, οὔτε ὡς ἀνδροφόνον ἀποκτεῖναι τὸν ὑπὲρ τῆς πατρίδος ἑλόμενον προκινδυνεῦσαι καὶ τοσαύτης αὐτῇ δυναστείας γενόμενον αἴτιον ἄλλως τε καὶ τοῦ πατρὸς ἀπολύοντος αὐτὸν τῆς αἰτίας, ᾧ τὴν περὶ τῆς θυγατρὸς ὀργὴν ἥ τε φύσις ἀπεδίδου πρώτῳ καὶ ὁ νόμος.
因为他认为,在未经审判的情况下,无罪释放一个自承杀死了妹妹的人,而且其杀人原因也是法律所不允许的,是不妥当的,以免将诅咒和污秽从作恶者身上引入他自己的家门;但同时,他又不能将一个自愿为祖国身陷险境并为其带来如此庞大统治权的人作为杀人犯处死,特别是他的父亲已经免除了他的罪责,而自然与法律都将对女儿发怒的第一权利交给了父亲。
§3.22.6ἀπορούμενος δὲ τί χρήσεται τοῖς πράγμασι τελευτῶν κράτιστον εἶναι διέγνω τῷ δήμῳ τὴν διάγνωσιν ἐπιτρέπειν.
因不知如何处理此事,他最终决定将判决权交给人民。
γενόμενος δὲ θανατηφόρου κρίσεως τότε πρῶτον ὁ Ῥωμαίων δῆμος κύριος τῇ γνώμῃ τοῦ πατρὸς προσέθετο καὶ ἀπολύει τοῦ φόνου τὸν ἄνδρα·
当时,罗马人民第一次获得了生死审判的决定权,他们赞同父亲的意见,并宣判该男子无罪。
οὐ μὴν ὅ γε βασιλεὺς ἀποχρῆν ἔλεγε τοῖς βουλομένοις τὰ προς τοὺς θεοὺς ὅσια φυλάττειν τὴν ὑπʼ ἀνθρώπων συντελεσθεῖσαν ὑπὲρ αὐτοῦ κρίσιν, ἀλλὰ μεταπεμψάμενος τοὺς ἱεροφάντας ἐκέλευσεν ἐξιλάσασθαι θεούς τε καὶ δαίμονας καὶ καθῆραι τὸν ἄνδρα οἷς νόμος τοὺς ἀκουσίους φόνους ἁγνίζεσθαι καθαρμοῖς.
然而,国王说,对于那些希望在神明面前保持神圣的人来说,由人类做出的无罪判决是不够的,于是他召来祭司,命令他们抚慰神明和神灵,并用惯常用于净化过失杀人的仪式来净化这名男子。
§3.22.7κἀκεῖνοι βωμοὺς ἱδρυσάμενοι δύο τὸν μὲν Ἥρας, ἣ λέλογχεν ἐπισκοπεῖν ἀδελφάς, τὸν δʼ ἕτερον ἐπιχωρίου θεοῦ τινος ἢ δαίμονος Ἰανοῦ λεγομένου κατὰ τὴν ἐπιχώριον γλῶτταν, ἐπωνύμου δὲ Κορατίων τῶν ἀναιρεθέντων ἀνεψιῶν ὑπὸ τοῦ ἀνδρός, καὶ θυσίας τινὰς ἐπʼ αὐτοῖς ποιήσαντες τοῖς τε ἄλλοις καθαρμοῖς ἐχρήσαντο καὶ τελευτῶντες ὑπήγαγον τὸν Ὁράτιον ὑπὸ ζυγόν.
于是他们建造了两座祭坛,一座献给负有监护姐妹之责的朱诺,另一座献给当地语言中被称为雅努斯的当地神明或神灵,并以被该男子杀害的表兄弟库里亚提乌斯兄弟的名字命名,在祭坛上举行了某些祭祀,并使用了其他的净化仪式,最后让霍拉提乌斯从轭下通过。
ἔστι δὲ Ῥωμαίοις νόμιμον, ὅταν πολεμίων παραδιδόντων τὰ ὅπλα γένωνται κύριοι, δύο καταπήττειν ξύλα ὀρθὰ καὶ τρίτον ἐφαρμόττειν αὐτοῖς ἄνωθεν πλάγιον, ἔπειθʼ ὑπάγειν τοὺς αἰχμαλώτους ὑπὸ ταῦτα καὶ διελθόντας ἀπολύειν ἐλευθέρους ἐπὶ τὰ σφέτερα.
罗马人有一项习俗,当敌人缴械投降时,他们会将两根木头垂直立起,再将第三根横放在上面,然后让俘虏从下面走过,通过后便释放他们自由返回家乡。
τοῦτο καλεῖται παρʼ αὐτοῖς ζυγόν, ᾧ καὶ οἱ τότε καθαίροντες τὸν ἄνδρα τελευταίῳ τῶν περὶ τοὺς καθαρμοὺς νομίμων ἐχρήσαντο.
这在他们中被称为“轭”,当时净化该男子的人也将此作为净化惯例仪式的最后一步。
§3.22.8ἐν ᾧ δὲ τῆς πόλεως χωρίῳ τὸν ἁγνισμὸν ἐποιήσαντο πάντες Ῥωμαῖοι νομίζουσιν ἱερόν· ἔστι δʼ ἐν τῷ στενωπῷ τῷ φέροντι ἀπὸ Καρίνης κάτω τοῖς ἐπὶ τὸν Κύπριον ἐρχομένοις στενωπόν, ἔνθα οἵ τε βωμοὶ μένουσιν οἱ τότε ἱδρυθέντες καὶ ξύλον ὑπὲρ αὐτῶν τέταται δυσὶ τοῖς ἄντικρυς ἀλλήλων τοίχοις ἐνηρμοσμένον, ὃ γίνεται τοῖς ἐξιοῦσιν ὑπὲρ κεφαλῆς καλούμενον τῇ Ῥωμαϊκῇ διαλέκτῳ §3.22.9ξύλον ἀδελφῆς.
而他们举行净化仪式的城市地点被所有罗马人视为神圣之地;它位于从卡里纳下行往塞浦路斯街的人们所经过的小巷中,当时建造的两座祭坛至今依然存在,其上方横跨着一根嵌入两面对立墙壁的木头,正处于走出去的人们头顶上方,用罗马方言被称为 “妹妹之梁”。
τοῦτο μὲν δὴ τὸ χωρίον τῆς συμφορᾶς τοῦ ἀνδρὸς μνημεῖον ἐν τῇ πόλει φυλάττεται θυσίαις γεραιρόμενον ὑπὸ Ῥωμαίων καθʼ ἕκαστον ἐνιαυτόν, ἕτερον δὲ τῆς ἀρετῆς ἣν ἐπεδείξατο κατὰ τὴν μάχην μαρτύριον ἡ γωνιαία στυλὶς ἡ τῆς ἑτέρας παστάδος ἄρχουσα ἐν ἀγορᾷ, ἐφʼ ἧς ἔκειτο τὰ σκῦλα τῶν Ἀλβανῶν τριδύμων.
这一地点确实作为该男子不幸的纪念碑被保存在城中,每年由罗马人以祭祀加以崇敬;而另一个见证他在战斗中所展现武勇的证物,则是广场上其中一个柱廊入口处的角柱,上面曾悬挂着阿尔巴三胞胎的战利品。
τὰ μὲν οὖν ὅπλα ἠφάνισται διὰ μῆκος χρόνου, τὴν δʼ ἐπίκλησιν ἡ στυλὶς ἔτι φυλάττει τὴν αὐτὴν Ὁρατία καλουμένη πίλα.
这些武器虽因年代久远而消失,但这根柱子至今仍保留着同样的名称,被称为“霍拉提乌斯之柱”。
§3.22.10ἔστι δὲ καὶ νόμος παρʼ αὐτοῖς διʼ ἐκεῖνο κυρωθεὶς τὸ πάθος, ᾧ καὶ εἰς ἐμὲ χρῶνται, τιμὴν καὶ δόξαν ἀθάνατον τοῖς ἀνδράσιν ἐκείνοις περιτιθεὶς ὁ κελεύων, οἷς ἂν γένωνται τρίδυμοι παῖδες ἐκ τοῦ δημοσίου τὰς τροφὰς τῶν παίδων χορηγεῖσθαι μέχρις ἥβης.
在他们中还有一条因那次惨剧而通过的法律,至今仍在我的时代被使用,该法律赋予了那些男子不朽的荣誉与光荣,命令凡是生下三胞胎孩子的人,孩子们的抚养费将由国库资助直至其成年。
τὰ μὲν δὴ περὶ τὴν Ὁρατίων οἰκίαν γενόμενα θαυμαστὰς καὶ παραδόξους περιπετείας λαβόντα τοιούτου τέλους ἔτυχεν.
至此,霍拉提乌斯家族所发生的经历了奇妙且出人意料的命运逆转的事件,得到了这样的结局。